anonymi epigrammatici
ὁ πρῶτος Ἠχοῦς ἀκούσαςὦ φίλοι, ἥρωες Δαναοί, θεράποντες Ἄρηος,
ψεύσομαι, ἢ ἔτυμον ἐρέω; κέλεται δέ με θυμός.
ἀγροῦ ἐπ᾽ ἐσχατιῆς, ὅθι δένδρεα μακρὰ πεφύκει,
ναίει ἐϋπλόκαμος δεινὴ θεὸς αὐδήεσσα,
ἢ θεός, ἠὲ γυνή: τοὶ δὲ φθέγγοντο καλεῦντες.
εἰ δὲ φθεγξαμένου του ἢ αὐδήσαντος ἀκούσῃ,
αὖτις ἀριζήλως εἰρημένα μυθολογεύει.
ἀλλὰ τίη τοι ταῦτα διεξέρχεσθαι ἕκαστα;
τὴν δ᾽ οὔτ᾽ ἀθρῆσαι δύναμ᾽ ἀντίον, οὔτε νοῆσαι.
ὁπποῖὸν κ᾽ εἴπῃσθα ἔπος, τοῖὸν κ᾽ ἐπακούσαις.