Julianus
ἤθελε μὲν βασιλεύς σε βοηθόον εἰσέτι πέμπειν
ἄστεσι τειρομένοις δευομένων μερόπων,
Τητιανὲ χρύσειε: σὺ δ᾽ ἐν βιότοιο γαλήνῃ
πατρίδα καὶ κλῆρον σὸν προβέβουλας ἔχειν,
αὔξων σῶν προγόνων κτέρας ἔνδικον ἀρχομένων γὰρ
πλοῦτον ὅτι στυγέεις σύνθρονος οἶδε Δίκη.