previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[216]

Ὀλίγῳ δ᾽ ὕστερον χρόνῳ πάλιν ὁρᾷ κατὰ τοὺς ὕπνους βασιλεὺς ὄψιν ἑτέραν, ὡς ἐκπεσὼν τῆς ἀρχῆς μετὰ θηρίων ἕξει τὴν δίαιταν καὶ διαζήσας οὕτως ἐπὶ τῆς ἐρημίας ἔτεσιν ἑπτὰ αὖθις τὴν ἀρχὴν ἀπολήψεται. τοῦτο θεασάμενος τοὖναρ πάλιν τοὺς μάγους συγκαλέσας ἀνέκρινεν αὐτοὺς περὶ αὐτοῦ καὶ τί σημαίνοι λέγειν ἠξίου. [217] τῶν μὲν οὖν ἄλλων οὐθεὶς ἠδυνήθη τὴν τοῦ ἐνυπνίου διάνοιαν εὑρεῖν οὐδ᾽ ἐμφανίσαι τῷ βασιλεῖ, Δανίηλος δὲ μόνος καὶ τοῦτ᾽ ἔκρινε καὶ καθὼς οὗτος αὐτῷ προεῖπεν ἀπέβη. διατρίψας γὰρ ἐπὶ τῆς ἐρημίας τὸν προειρημένον χρόνον οὐδενὸς τολμήσαντος ἐπιθέσθαι τοῖς πράγμασι παρὰ τὴν ἑπταετίαν, δεηθεὶς τοῦ θεοῦ τὴν βασιλείαν ἀπολαβεῖν πάλιν εἰς αὐτὴν ἐπανέρχεται. [218] ἐγκαλέσῃ δέ μοι μηδεὶς οὕτως ἕκαστα τούτων ἀπαγγέλλοντι διὰ τῆς γραφῆς, ὡς ἐν τοῖς ἀρχαίοις εὑρίσκω βιβλίοις: καὶ γὰρ εὐθὺς ἐν ἀρχῇ τῆς ἱστορίας πρὸς τοὺς ἐπιζητήσοντάς τι περὶ τῶν πραγμάτων μεμψομένους ἠσφαλισάμην, μόνον τε μεταφράζειν τὰς Ἑβραίων βίβλους εἰπὼν εἰς τὴν Ἑλλάδα γλῶτταν καὶ ταῦτα δηλώσειν μήτε προστιθεὶς τοῖς πράγμασιν αὐτὸς ἰδίᾳ μήτ᾽ ἀφαιρῶν ὑπεισχημένος.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: