previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[174]

Ἀκούσαντες δὲ τὴν τῶν τειχῶν οἰκοδομὴν σπευδομένην Ἀμμανῖται καὶ Μωαβῖται καὶ Σαμαρεῖται καὶ πάντες οἱ ἐν τῇ κοίλῃ Συρίᾳ νεμόμενοι χαλεπῶς ἔφερον καὶ διετέλουν ἐπιβουλὰς αὐτοῖς συντιθέντες τὴν προαίρεσιν αὐτῶν ἐμποδίζοντες, πολλούς τε τῶν Ἰουδαίων ἀπέκτειναν καὶ αὐτὸν ἐζήτουν τὸν Νεεμίαν διαφθεῖραι μισθούμενοί τινας τῶν ἀλλοφύλων, ἵν᾽ αὐτὸν ἀνέλωσιν. [175] εἰς φόβον δὲ καὶ ταραχὴν αὐτοὺς ἐνέβαλλον καὶ φήμας αὐτοῖς διέστελλον ὡς πολλῶν ἐπιστρατεύειν αὐτοῖς μελλόντων ἐθνῶν, ὑφ᾽ ὧν ἐκταρασσόμενοι μικροῦ τῆς οἰκοδομίας ἀπέστησαν. [176] τὸν δὲ Νεεμίαν οὐδὲν τούτων ἐξέστησεν τῆς σπουδῆς τῆς περὶ τὸ ἔργον, ἀλλὰ στῖφός τι φυλακῆς ἕνεκα τοῦ σώματος περιβαλλόμενος ἀτρύτως ὑπέμενεν, ὑπὸ τῆς περὶ τὸ ἔργον ἐπιθυμίας ἀναισθητῶν καὶ τῆς ταλαιπωρίας. οὕτως δὲ καὶ συντεταμένως καὶ προνοητικῶς αὐτοῦ τῆς σωτηρίας εἶχεν οὐχὶ φοβούμενος τὸν θάνατον, ἀλλὰ πεπεισμένος, ὅτι μετὰ τὴν αὐτοῦ τελευτὴν οὐκέτ᾽ αὐτοῦ τοῖς πολίταις ἀναστήσεται τὰ τείχη. [177] ἐκέλευσεν δὲ ἑξῆς τοὺς οἰκοδομοῦντας ὅπλα περιζωννυμένους ἐργάζεσθαι, καὶ μὲν οἰκοδόμος μάχαιραν εἶχεν καὶ τὴν ὕλην παρακομίζων, θυρεοὺς δ᾽ ἔγγιστα αὐτῶν ἐκέλευσεν κεῖσθαι καὶ σαλπιγκτὰς ἀπὸ πεντακοσίων ἔστησεν ποδῶν προστάξας, ἂν ἐπιφανῶσιν οἱ πολέμιοι, τοῦτο σημῆναι τῷ λαῷ, ἵν᾽ ὁπλισάμενοι μάχωνται καὶ μὴ γυμνοῖς αὐτοῖς ἐπιπέσωσιν. [178] αὐτὸς δὲ νύκτωρ περιήρχετο τῆς πόλεως τὸν κύκλον οὐδὲν κάμνων οὔτε τοῖς ἔργοις οὔτε τῇ διαίτῃ οὔτε τοῖς ὕπνοις: οὐδενὶ γὰρ τούτων πρὸς ἡδονὴν ἀλλὰ πρὸς ἀνάγκην ἐχρῆτο. [179] καὶ ταύτην ὑπέμεινε τὴν ταλαιπωρίαν ἐπὶ ἔτη δύο καὶ μῆνας τέσσαρας: ἐν τούτῳ γὰρ τῷ χρόνῳ τοῖς Ἱεροσολύμοις ἀνῳκοδομήθη τὸ τεῖχος, ὀγδόῳ καὶ εἰκοστῷ τῆς Ξέρξου βασιλείας ἔτει μηνὶ ἐνάτῳ. [180] τέλος δὲ τῶν τειχῶν λαβόντων Νεεμίας καὶ τὸ πλῆθος ἔθυσαν τῷ θεῷ ὑπὲρ τῆς τούτων οἰκοδομίας καὶ διῆγον ἐφ᾽ ἡμέρας ὀκτὼ εὐωχούμενοι. τὰ μὲν οὖν ἔθνη τὰ ἐν τῇ Συρίᾳ κατῳκημένα τῆς τῶν τειχῶν οἰκοδομίας πέρας ἔχειν ἀκουσθείσης ἐδυσφόρει. [181] Νεεμίας δὲ τὴν πόλιν ὁρῶν ὀλιγανθρωπουμένην τοὺς ἱερεῖς τε καὶ Λευίτας παρεκάλεσεν τὴν χώραν ἐκλιπόντας μετελθεῖν εἰς τὴν πόλιν καὶ μένειν ἐν αὐτῇ κατασκευάσας τὰς οἰκίας αὐτοῖς ἐκ τῶν ἰδίων ἀναλωμάτων: [182] τόν τε γεωργοῦντα λαὸν τὰς δεκάτας τῶν καρπῶν ἐκέλευσε φέρειν εἰς Ἱεροσόλυμα, ἵνα τρέφεσθαι διηνεκῶς ἔχοντες οἱ ἱερεῖς καὶ Λευῖται μὴ καταλείπωσι τὴν θρησκείαν. καὶ οἱ μὲν ἡδέως ὑπήκουσαν οἷς Νεεμίας διετάξατο, πολυανθρωποτέραν δὲ τὴν τῶν Ἱεροσολυμιτῶν πόλιν οὕτως συνέβη γενέσθαι. [183] πολλὰ δὲ καὶ ἄλλα καλὰ καὶ ἐπαίνων ἄξια φιλοτιμησάμενος Νεεμίας ἐτελεύτησεν εἰς γῆρας ἀφικόμενος. ἀνὴρ δὲ ἐγένετο χρηστὸς τὴν φύσιν καὶ δίκαιος καὶ περὶ τοὺς ὁμοεθνεῖς φιλοτιμότατος, μνημεῖον αἰώνιον αὐτῷ καταλιπὼν τὰ τῶν Ἱεροσολύμων τείχη. ταῦτα μὲν οὖν ἐπὶ Ξέρξου βασιλέως ἐγένετο.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: