previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[115]

Τῶν δὲ τοῦ Σαούλου κατασκόπων τεταράχθαι τὸ στρατόπεδον τῶν Παλαιστίνων φρασάντων τῷ βασιλεῖ Σαοῦλος ἠρώτα, μή τις εἴη τῶν αὑτοῦ κεχωρισμένος. ἀκούσας δὲ τὸν υἱὸν καὶ σὺν αὐτῷ τὸν ὁπλοφόρον ἀπεῖναι κελεύει τὸν ἀρχιερέα λαβόντα τὴν ἀρχιερατικὴν στολὴν προφητεύειν αὐτῷ περὶ τῶν μελλόντων. τοῦ δὲ νίκην ἔσεσθαι καὶ κράτος κατὰ τῶν πολεμίων φράσαντος ἐπεξέρχεται τοῖς Παλαιστίνοις καὶ τεταραγμένοις προσβάλλει καὶ φονεύουσιν ἀλλήλους. [116] προσρέουσι δὲ αὐτῷ καὶ οἱ πρότερον εἴς τε τοὺς ὑπονόμους καὶ εἰς τὰ σπήλαια συμφυγόντες ἀκούσαντες ὅτι νικᾷ Σαοῦλος: γενομένων δὲ ὡς μυρίων ἤδη τῶν Ἑβραίων διώκει τοὺς πολεμίους κατὰ πᾶσαν ἐσκορπισμένους τὴν χώραν. εἴτε δὲ ὑπὸ τῆς ἐπὶ τῇ νίκῃ χαρᾶς οὕτω παραλόγως γενομένῃ, συμβαίνει γὰρ μὴ κρατεῖν τοῦ λογισμοῦ τοὺς οὕτως εὐτυχήσαντας, εἴθ᾽ ὑπὸ ἀγνοίας εἰς δεινὸν προπίπτει καὶ πολλὴν ἔχον κατάμεμψιν ἔργον: [117] βουλόμενος γὰρ αὑτῷ τε τιμωρῆσαι καὶ δίκην ἀπολαβεῖν παρὰ τῶν Παλαιστίνων ἐπαρᾶται τοῖς Ἑβραίοις, ἵν᾽ εἴ τις ἀποσχόμενος τοῦ φονεύειν τοὺς ἐχθροὺς φάγοι καὶ μὴ μέχρι νὺξ ἐπελθοῦσα τῆς ἀναιρέσεως καὶ τῆς διώξεως αὐτοὺς παύσει τῶν πολεμίων, οὗτος ἐπάρατος . [118] τοῦ δὲ Σαούλου τοῦτο φήσαντος, ἐπεὶ κατά τινα δρυμὸν ἐγένοντο βαθὺν καὶ μελισσῶν γέμοντα τῆς Ἐφράμου κληρουχίας, τοῦ Σαούλου παῖς οὐκ ἐπακηκοὼς τῆς τοῦ πατρὸς ἀρᾶς οὐδὲ τῆς ἐπ᾽ αὐτῇ τοῦ πλήθους ὁμολογίας ἀποθλίψας τι κηρίον τοῦ μέλιτος ἤσθιε. [119] μεταξὺ δὲ γνοὺς, ὅτι μετὰ δεινῆς ἀρᾶς πατὴρ ἀπεῖπε μὴ γεύσασθαί τινα πρὸ ἡλίου δυσμῶν, ἐσθίων μὲν ἐπαύσατο, ἔφη δὲ οὐκ ὀρθῶς κωλῦσαι τὸν πατέρα: μετὰ μείζονος γὰρ ἰσχύος ἂν καὶ προθυμίας διώκοντας, εἰ τροφῆς μετελάμβανον, πολλῷ πλείονας τῶν ἐχθρῶν καὶ λαβεῖν καὶ φονεῦσαι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: