previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[306]

Παρέβαινε δ᾽ ἤδη τὰ πάτρια καὶ τὴν οἰκείαν δίαιταν παρεχάρασσεν ξενικῶν μιμήσει ἐθισμῶν καὶ τοῦτ᾽ αὐτῷ ἀρχὴ κακοῦ γίνεται: γυναικὸς γὰρ ἑταιριζομένης παρὰ τοῖς Παλαιστίνοις ἐρασθεὶς Δαλάλης τοὔνομα συνῆν αὐτῇ. [307] καὶ τῶν Παλαιστίνων οἱ τοῦ κοινοῦ προεστῶτες ἐλθόντες πρὸς αὐτὴν πείθουσιν ἐπαγγελίαις μαθεῖν παρὰ τοῦ Σαμψῶνος τὴν αἰτίαν τῆς ἰσχύος, ὑφ᾽ ἧς ἄληπτός ἐστι τοῖς ἐχθροῖς. δὲ παρὰ πότον καὶ τοιαύτην συνουσίαν θαυμάζουσα τὰς πράξεις αὐτοῦ ἐτεχνίτευε μαθεῖν, τίνι τρόπῳ τοσοῦτον προύχει κατ᾽ ἀρετήν. [308] δὲ Σαμψών, ἔτι γὰρ φρονεῖν ἰσχυρὸς ἦν, ἀντηπάτα τὴν Δαλάλην φάμενος, εἰ κλήμασιν ἑπτὰ δεθείη ἀμπέλου ἔτι καὶ περιειλεῖσθαι δυναμένοις, ἀσθενέστερος ἂν πάντων ἔσοιτο. [309] δὲ τότε μὲν ἡσύχασεν, ἀποσημήνασα δὲ τοῖς ἄρχουσι τῶν Παλαιστίνων ἐνίδρυσε τῶν στρατιωτῶν ἔνδον τινὰς καὶ μεθύοντα κατέδει τοῖς κλήμασι κατὰ τὸ ἰσχυρότατον, ἔπειτ᾽ ἀνεγείρασα ἐδήλου παρεῖναί τινας ἐπ᾽ αὐτόν. [310] δὲ ῥήξας τὰ κλήματα βοηθεῖν ὡς ἐπερχομένων αὐτῷ τινων ἐπειρᾶτο. καὶ γυνὴ συνεχῶς ὁμιλοῦντος αὐτῇ τοῦ Σαμψῶνος δεινῶς ἔχειν ἔλεγεν, εἰ κατ᾽ ἀπιστίαν εὐνοίας τῆς πρὸς αὐτὸν μὴ λέγει ταῦθ᾽ ἅπερ δεῖται, ὡς οὐ σιγησομένης ὅσα μὴ γινώσκεσθαι συμφέρειν οἶδεν αὐτῷ. [311] τοῦ δὲ πάλιν ἀπατῶντος αὐτὴν καὶ φήσαντος ἑπτὰ κάλοις δεθέντα τὴν ἰσχὺν ἀπολέσειν, ἐπεὶ καὶ τοῦτο ποιήσασα οὐδὲν ἤνυσεν, τρίτον συνυφῆναι τὰς κόμας αὐτοῦ ἐμήνυσεν. [312] ὡς δ᾽ οὐδὲ τούτου γενομένου ἀληθὲς ηὑρίσκετο, δεομένης τελευταῖον Σαμψών, ἔδει γὰρ αὐτὸν συμφορᾷ περιπεσεῖν, χαρίζεσθαι βουλόμενος τῇ Δαλάλῃ, ‘ἐμοῦ, φησίν, θεὸς κήδεται καὶ κατὰ τὴν ἐκείνου πρόνοιαν γεννηθεὶς κόμην ταύτην τρέφω παρεγγυήσαντος μὴ ἀποκείρειν τοῦ θεοῦ: τὴν γὰρ ἰσχὺν εἶναί μοι κατὰ τὴν ταύτης αὔξησιν καὶ παραμονήν’. [313] ταῦτα μαθοῦσα καὶ στερήσασα τῆς κόμης αὐτὸν παραδιδοῖ τοῖς πολεμίοις οὐκέτ᾽ ὄντα ἰσχυρὸν ἀμύνασθαι τὴν ἔφοδον αὐτῶν. οἱ δ᾽ ἐκκόψαντες αὐτοῦ τοὺς ὀφθαλμοὺς δεδεμένον ἄγειν παρέδοσαν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: