previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ἅμα δὲ τούτοις πραττομένοις μὲν Ἀγαθοκλῆς κρατῶν τῶν ὑπαίθρων τὰ περὶ τὴν Καρχηδόνα χωρία κατὰ κράτος ᾔρει καὶ τῶν πόλεων ἃς μὲν διὰ φόβον, ἃς δὲ διὰ τὸ πρὸς Καρχηδονίους μίσος προσηγάγετο. παρεμβολὴν δὲ πλησίον τοῦ Τύνητος ὀχυρωσάμενος καὶ τὴν ἱκανὴν ἀπολιπὼν φυλακὴν ἀνέζευξε πρὸς τὰς ἐπὶ θαλάττῃ κειμένας πόλεις. καὶ πρώτην μὲν ἑλὼν Νέαν πόλιν κατὰ κράτος φιλανθρώπως ἐχρήσατο τοῖς χειρωθεῖσιν: εἶτα παρελθὼν ἐπ᾽ Ἀδρύμητα πρὸς μὲν ταύτην πολιορκίαν συνεστήσατο, Αἰλύμαν δὲ τὸν βασιλέα τῶν Λιβύων εἰς συμμαχίαν προσελάβετο. [2] δὴ πυθόμενοι οἱ Καρχηδόνιοι πᾶσαν τὴν δύναμιν προήγαγον ἐπὶ τὸν Τύνητα καὶ τῆς μὲν Ἀγαθοκλέους στρατοπεδείας ἐκυρίευσαν, τῇ πόλει δὲ μηχανὰς προσαγαγόντες συνεχεῖς προσβολὰς ἐποιοῦντο. [3] δ᾽ Ἀγαθοκλῆς, ἀπαγγειλάντων τινῶν αὐτῷ τὰ περὶ τοὺς ἰδίους ἐλαττώματα, τὸ μὲν πολὺ τῆς δυνάμεως κατέλιπεν ἐπὶ τῆς πολιορκίας, τὴν δὲ θεραπείαν καὶ τῶν στρατιωτῶν ὀλίγους ἀναλαβὼν λάθρᾳ προσῆλθεν ἐπί [p. 198] τινα τόπον ὀρεινόν, ὅθεν ὁρᾶσθαι δυνατὸν ἦν αὐτὸν ὑπό τε τῶν Ἀδρυμητινῶν καὶ τῶν Καρχηδονίων τῶν τὸν Τύνητα πολιορκούντων. [4] νυκτὸς δὲ συντάξας τοῖς στρατιώταις ἐπὶ πολὺν τόπον πυρὰ κάειν, δόξαν ἐν εποίησε τοῖς μὲν Καρχηδονίοις ὡς μετὰ μεγάλης δυνάμεως ἐπ᾽ αὐτοὺς πορευόμενος, τοῖς δὲ πολιορκουμένοις ὡς ἄλλης δυνάμεως ἁδρᾶς τοῖς πολεμίοις εἰς συμμαχίαν παραγεγενημένης. [5] ἀμφότεροι δὲ τῷ ψεύδει τοῦ στρατηγήματος παραλογισθέντες παραλόγως ἠλαττώθησαν, οἱ μὲν τὸν Τύνητα πολιορκοῦντες φυγόντες εἰς Καρχηδόνα καὶ τὰς μηχανὰς ἀπολιπόντες, οἱ δ᾽ Ἀδρυμητινοὶ διὰ τὸν φόβον παραδόντες τὴν πατρίδα. [6] Ἀγαθοκλῆς δὲ ταύτην δι᾽ ὁμολογίας παραλαβὼν Θάψον εἷλε κατὰ κράτος καὶ τῶν ἄλλων τῶν ταύτῃ πόλεων ἃς μὲν ἐξεπολιόρκησεν, ἃς δὲ προσηγάγετο: τὰς ἁπάσας δὲ πόλεις πλείους τῶν διακοσίων κεχειρωμένος εἰς τοὺς ἄνω τόπους τῆς Λιβύης διενοεῖτο στρατεύειν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (3 total)
  • Cross-references to this page (3):
    • Dictionary of Greek and Roman Geography (1854), CARTHA´GO
    • Dictionary of Greek and Roman Geography (1854), NEA´POLIS
    • Dictionary of Greek and Roman Geography (1854), UTICA
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: