previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


τῶν μὲν γὰρ Ἀγαθοκλεῖ συντεταγμένων Λιβύων εἰς πεντακισχιλίους ἀποστάντες τῶν Ἑλλήνων νυκτὸς ηὐτομόλουν πρὸς τοὺς βαρβάρους. τούτους δὲ οἱ πρὸς τὴν κατασκοπὴν ἐκπεμφθέντες ὡς ἴδον ἐπὶ τὴν παρεμβολὴν τῶν Καρχηδονίων προσάγοντας, [p. 271] νομίσαντες τὴν τῶν Ἑλλήνων δύναμιν ἅπασαν διεσκευασμένην ἐπιέναι, ταχὺ τοῖς στρατιώταις ἐδήλωσαν τὴν προσιοῦσαν δύναμιν. [2] διαδοθέντος οὖν πρὸς ἅπαντας τοῦ λόγου θόρυβος ἐνέπιπτε καὶ προσδοκία τῆς τῶν πολεμίων ἐφόδου. ἑκάστου δὲ τὴν σωτηρίαν ἐν τῇ φυγῇ τιθεμένου καὶ μήτε παραγγέλματος δοθέντος ὑπὸ τῶν στρατηγῶν μήτε τάξεως οὔσης μηδεμιᾶς οἱ φεύγοντες ἐνέπιπτον ἀλλήλοις: ὧν οἱ μὲν διὰ τὸ σκότος, οἱ δὲ διὰ τὴν ἔκπληξιν ἀγνοοῦντες τοὺς οἰκείους ὡς πολεμίους ἠμύνοντο. [3] πολλοῦ δὲ φόνου γινομένου καὶ τῆς ἀγνοίας ἐπικρατούσης οἱ μὲν ἐν χειρῶν νόμῳ διεφθάρησαν, οἱ δ᾽ ἐκπεπηδηκότες ἄνοπλοι καὶ τὴν φυγὴν ποιούμενοι διὰ τῶν δυσχωριῶν κατεκρημνίζοντο, τῆς ψυχῆς ἐπτοημένης διὰ τὸν ἀπροσδόκητον φόβον. τὸ δὲ τέλος πλειόνων πεντακισχιλίων ἀπολομένων τὸ λοιπὸν πλῆθος διεσώθη πρὸς τὴν Καρχηδόνα. [4] οἱ δ᾽ ἐν τῇ πόλει τότε μὲν συνεξαπατηθέντες τῇ φήμῃ τῶν ἰδίων ὑπέλαβον ἡττῆσθαι μάχῃ καὶ τῆς δυνάμεως τὸ πλεῖστον διεφθάρθαι. διόπερ ἀγωνιῶντες ἀνέῳξαν τὰς πύλας καὶ μετὰ θορύβου καὶ πτοήσεως ἐδέχοντο τοὺς στρατιώτας, φοβούμενοι μὴ τοῖς ἐσχάτοις οἱ πολέμιοι συνεισπέσωσιν: ἡμέρας δὲ γενομένης μαθόντες τἀληθὲς μόλις ἀπελύθησαν τῆς τῶν δεινῶν προσδοκίας.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: