previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


οἱ δὲ δυνάσται, ὡς ἂν περὶ τοῦ βίου καὶ τῶν ὅλων μέλλοντες διακινδυνεύειν, ἐν ἀγωνίᾳ πολλῇ καθειστήκεισαν. Δημήτριος μὲν οὖν τῶν ἐναντίων ἀποσχὼν ὡς ἂν τρεῖς σταδίους ἦρεν τὸ συγκείμενον πρὸς μάχην σύσσημον, ἀσπίδα κεχρυσωμένην, φανερὰν πᾶσιν ἐκ διαδοχῆς: [2] τὸ παραπλήσιον δὲ καὶ τῶν περὶ Πτολεμαῖον ποιησάντων ταχὺ τὸ διεῖργον διάστημα συνῃρέθη. [p. 249] ὡς δ᾽ αἵ τε σάλπιγγες τὸ πολεμικὸν ἐσήμαινον καὶ συνηλάλαξαν αἱ δυνάμεις ἀμφότεραι, φερομένων ἁπασῶν τῶν νεῶν εἰς ἐμβολὴν καταπληκτικῶς τὸ μὲν πρῶτον τοῖς τόξοις καὶ τοῖς πετροβόλοις, ἔτι δὲ τοῖς ἀκοντίσμασι πυκνοῖς χρώμενοι κατετραυμάτιζον τοὺς ὑποπίπτοντας: εἶτα συνεγγισάντων τῶν σκαφῶν καὶ μελλούσης γίνεσθαι τῆς ἐμβολῆς βιαίου οἱ μὲν ἐπὶ τῶν καταστρωμάτων συγκαθῆκαν, οἱ δ᾽ ἐρέται παρακληθέντες ὑπὸ τῶν κελευστῶν ἐκθυμότερον ἐνέκειντο. [3] ἀπὸ κράτους δὲ καὶ βίας ἐλαθεισῶν τῶν νεῶν αἱ μὲν παρέσυρον ἀλλήλων τοὺς ταρσούς, ὥστε πρὸς φυγὴν καὶ διωγμὸν ἀχρήστους γίνεσθαι καὶ τοὺς ἐπιβεβηκότας ἄνδρας ὡρμηκότας πρὸς ἀλκὴν κωλύεσθαι τῆς πρὸς τὸν κίνδυνον ὁρμῆς: αἱ δὲ κατὰ πρῷραν τοῖς ἐμβόλοις συρράττουσαι πρύμναν ἀνεκρούοντο πρὸς ἄλλην ἐμβολὴν καὶ κατετραυμάτιζον ἀλλήλους οἱ ταύταις ἐφεστῶτες, ἅτε τοῦ σκοποῦ σύνεγγυς ἑκάστοις κειμένου. τινὲς δὲ τῶν τριηραρχῶν ἐκ πλαγίας ἔτυπτον καὶ τῶν ἐμβόλων δυσαποσπάστως ἐχόντων ἐπεπήδων ἐπὶ τὰς τῶν πολεμίων ναῦς, πολλὰ καὶ πάσχοντες δεινὰ καὶ διατιθέντες: [4] οἱ μὲν γὰρ τῶν ἐγγιζόντων τοίχων ἐφαψάμενοι καὶ σφαλέντες τῆς βάσεως περιέπιπτον εἰς θάλασσαν καὶ παραχρῆμα τοῖς δόρασιν ὑπὸ τῶν ἐφεστώτων [p. 250] ἐφονεύοντο, οἱ δὲ κρατήσαντες τῆς ἐπιβολῆς τοὺς μὲν ἀνῄρουν, τοὺς δὲ κατὰ τὴν στενοχωρίαν ἐκβιαζόμενοι περιέτρεπον εἰς τὸ πέλαγος. ὅλως δὲ ποικίλαι καὶ παράλογοι συνίσταντο μάχαι, πολλάκις τῶν μὲν ἡττόνων ἐπικρατούντων διὰ τὴν τῶν σκαφῶν ὑπεροχήν, τῶν δὲ κρειττόνων θλιβομένων διὰ τὸ περὶ τὴν στάσιν ἐλάττωμα καὶ τὴν ἀνωμαλίαν τῶν συμβαινόντων ἐν τοῖς τοιούτοις κινδύνοις. [5] ἐπὶ μὲν γὰρ τῶν ἐπὶ τῆς γῆς ἀγώνων διάδηλος ἀρετὴ γίνεται, δυναμένη τυγχάνειν τῶν πρωτείων μηδενὸς ἔξωθεν αὐτομάτου παρενοχλοῦντος: κατὰ δὲ τὰς ναυμαχίας πολλὰς καὶ ποικίλας αἰτίας συμβαίνει παραλόγως ἐλαττοῦν τοὺς δι᾽ ἀνδρείαν δικαίως ἂν τυχόντας τῆς νίκης.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (5 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: