previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


τῶν γὰρ Τυρρηνῶν στρατευσάντων ἐπὶ πόλιν Σούτριον ἄποικον Ῥωμαίων οἱ μὲν ὕπατοι δυνάμεσιν ἁδραῖς ἐκβοηθήσαντες ἐνίκησαν μάχῃ τοὺς Τυρρηνοὺς καὶ συνεδίωξαν εἰς τὴν παρεμβολήν, [2] οἱ δὲ Σαυνῖται κατὰ τοῦτον τὸν χρόνον μακρὰν ἀπηρτημένης τῆς Ῥωμαίων δυνάμεως ἀδεῶς ἐπόρθουν τῶν Ἰαπύγων τοὺς τὰ Ῥωμαίων φρονοῦντας. διόπερ ἠναγκάσθησαν οἱ ὕπατοι διαιρεῖν τὰς δυνάμεις καὶ Φάβιος μὲν ἐν τῇ [p. 223] Τυρρηνίᾳ κατέμεινεν, Μάρκιος δὲ ἐπὶ τοὺς Σαυνίτας ἀναζεύξας Ἀλλίφας μὲν πόλιν εἷλεν κατὰ κράτος, τοὺς δὲ πολιορκουμένους τῶν συμμάχων ἐκ τῶν κινδύνων ἐρρύσατο. [3] δὲ Φάβιος Τυρρηνῶν πολλοῖς πλήθεσιν ἐπὶ τὸ Σούτριον συνδραμόντων ἔλαθε τοὺς πολεμίους διὰ τῆς τῶν ὁμόρων χώρας συνἐμβαλὼν εἰς τὴν ἀνωτέρω Τυρρηνίαν, ἀπόρθητον γενομένην πολλῶν χρόνων: [4] ἐπιπεσὼν δὲ ἀνελπίστως τῆς τε χώρας πολλὴν ἐδῄωσε καὶ τοὺς ἐπελθόντας τῶν ἐγχωρίων νικήσας πολλοὺς μὲν ἀνεῖλεν, οὐκ ὀλίγους δὲ καὶ ζῶντας ὑποχειρίους ἔλαβεν. μετὰ δὲ ταῦτα περὶ τὴν καλουμένην Περυσίαν δευτέρᾳ μάχῃ τῶν Τυρρηνῶν κρατήσας, πολλοὺς ἀνελὼν κατεπλήξατο τὸ ἔθνος, πρῶτος Ῥωμαίων μετὰ δυνάμεως ἐμβεβληκὼς εἰς τοὺς τόπους τούτους. [5] καὶ πρὸς μὲν Ἀρρητινοὺς καὶ Κροτωνιάτας, ἔτι δὲ Περυσίνους ἀνοχὰς ἐποιήσατο: πόλιν δὲ τὴν ὀνομαζομένην Καστόλαν ἐκπολιορκήσας συνηνάγκασε τοὺς Τυρρηνοὺς λῦσαι τὴν τοῦ Σουτρίου πολιορκίαν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (3 total)
  • Cross-references to this page (3):
    • Dictionary of Greek and Roman Geography (1854), ALLI´FAE
    • Dictionary of Greek and Roman Geography (1854), ARRETIUM
    • Dictionary of Greek and Roman Geography (1854), PERU´SIA
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: