previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Δημήτριος δὲ τήν τε τῶν Σαλαμινίων ὁρῶν πόλιν οὐκ εὐκαταφρόνητον οὖσαν καὶ στρατιωτῶν πλῆθος ὑπάρχον ἐν αὐτῇ τῶν ἀμυνομένων ἔκρινε μηχανάς τε τοῖς μεγέθεσιν ὑπεραιρούσας κατασκευάζειν καὶ καταπέλτας ὀξυβελεῖς καὶ λιθοβόλους παντοίους καὶ τὴν ἄλλην κατασκευὴν καταπληκτικήν. μετεπέμψατο δὲ καὶ τεχνίτας ἐκ τῆς Ἀσίας καὶ σίδηρον, ἔτι δ᾽ ὕλης πλῆθος καὶ τῆς ἄλλης χορηγίας τὴν ἐπιτήδειον κατασκευήν. [2] ταχὺ δὲ πάντων εὐτρεπῶν αὐτῷ γενομένων συνέπηξε μηχανὴν τὴν ὀνομαζομένην ἑλέπολιν, τὸ πλάτος ἔχουσαν ἑκάστην πλευρὰν τεσσαράκοντα καὶ πέντε πήχεις, τὸ δ᾽ ὕψος πηχῶν ἐννενήκοντα, διειλημμένην στέγαις ἐννέα, ὑπότροχον δὲ πᾶσαν τροχοῖς στερεοῖς τέσσαρσιν [p. 245] ὀκταπήχεσι τὸ ὕψος. [3] κατεσκεύασε δὲ καὶ κριοὺς ὑπερμεγέθεις καὶ χελώνας δύο κριοφόρους. τῆς δ᾽ ἑλεπόλεως εἰς μὲν τὰς κάτων στέγας εἰσήνεγκε πετροβόλους παντοίους, ὧν ἦσαν οἱ μέγιστοι τριτάλαντοι, εἰς δὲ τὰς μέσας καταπέλτας ὀξυβελεῖς μεγίστους, εἰς δὲ τὰς ἀνωτάτας ὀξυβελεῖς τε τοὺς ἐλαχίστους καὶ πετροβόλων πλῆθος, ἄνδρας τε τοὺς χρησομένους τούτοις κατὰ τρόπον πλείους τῶν διακοσίων. [4] προσαγαγὼν δὲ τὰς μηχανὰς τῇ πόλει καὶ πυκνοῖς χρώμενος τοῖς βέλεσι τῇ μὲν τὰς ἐπάλξεις ἀπέσυρε τοῖς πετροβόλοις, τῇ δὲ τὰ τείχη διέσεισε τοῖς κριοῖς. [5] ἀμυνομένων δὲ καὶ τῶν ἔνδον εὐρώστως καὶ τοῖς μηχανήμασιν ἑτέρας μηχανὰς ἀντιταττόντων ἐφ᾽ ἡμέρας μέν τινας ἀμφίδοξος ἦν κίνδυνος, ἀμφοτέρων κακοπαθούντων καὶ κατατραυματιζομένων: τὸ δὲ τελευταῖον τοῦ τείχους πίπτοντος καὶ τῆς πόλεως κινδυνευούσης ἁλῶναι κατὰ κράτος νυκτὸς ἐπιγενομένης ἔληξε τὰ τῆς τειχομαχίας. [6] οἱ δὲ περὶ τὸν Μενέλαον ἀκριβῶς εἰδότες ἁλωσομένην τὴν πόλιν, εἰ μή τι καινοτομεῖν ἐπιχειρήσειαν, ἤθροισαν ὕλης ξηρᾶς πλῆθος, ταύτην δὲ περὶ τὸ μεσονύκτιον ἐμβαλόντες ταῖς τῶν πολεμίων μηχαναῖς καὶ ἅμα πάντας τοὺς πυρσοφόρους ἀπὸ τῶν τειχῶν ἀφέντες ἀνῆψαν τὰ μέγιστα τῶν ἔργων. [7] ἄφνω δὲ τῆς φλογὸς εἰς ὕψος ἀρθείσης οἱ περὶ τὸν Δημήτριον ἐπεχείρησαν μὲν βοηθεῖν, τοῦ δὲ πυρὸς καταταχήσαντος συνέβη τὰς μηχανὰς κατακαυθῆναι καὶ πολλοὺς τῶν ἐν αὐταῖς ὄντων [p. 246] διαφθαρῆναι. [8] δὲ Δημήτριος ἀποσφαλεὶς τῆς ἐλπίδος οὐδ᾽ ὣς ἔληγεν, ἀλλὰ προσεκαρτέρει τῇ πολιορκίᾳ καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν, νομίζων τῷ χρόνῳ καταπολεμήσειν τοὺς πολεμίους.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (9 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: