previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Πτολεμαῖος δὲ τῶν ἐν Κύπρῳ πόλεων κυριεύων, ἐπειδή τινων ἐπύθετο Νικοκλέα τὸν βασιλέα τῶν Παφίων ἐν ἀπορρήτοις ἰδίᾳ πρὸς Ἀντίγονον συντεθεῖσθαι φιλίαν, [p. 202] ἔπεμψε τῶν φίλων Ἀργαῖον καὶ Καλλικράτην, προστάξας αὐτοῖς ἀνελεῖν τὸν Νικοκλέα: πάνυ γὰρ εὐλαβεῖτο μὴ καὶ τῶν ἄλλων τινὲς ὁρμήσωσι πρὸς μεταβολήν, ὁρῶντες ἀθῴους γεγονότας τοὺς πρότερον ἀφεστηκότας. οὗτοι μὲν οὖν πλεύσαντες εἰς τὴν νῆσον καὶ παρὰ Μενελάου τοῦ στρατηγοῦ στρατιώτας λαβόντες περιέστησαν τὴν οἰκίαν τοῦ Νικοκλέους καὶ τὰ δόξαντα τῷ βασιλεῖ δηλώσαντες προσέταξαν ἑαυτὸν ἀπαλλάξαι τοῦ ζῆν. [2] δὲ τὸ μὲν πρῶτον πρὸς τὴν ἀπολογίαν ἐτρέπετο τῶν ἐγκαλουμένων: ὡς δ᾽ οὐδεὶς προσεῖχεν, ἑαυτὸν ἀπέκτεινεν. Ἀξιοθέα δὲ γυνὴ τοῦ Νικοκλέους ἀκούσασα τὴν ἀνδρὸς τελευτὴν τὰς μὲν θυγατέρας τὰς ἑαυτῆς παρθένους οὔσας ἀπέσφαξεν, ὅπως μηδεὶς αὐτῶν πολέμιος κυριεύσῃ, τὰς δὲ τῶν ἀδελφῶν τῶν Νικοκλέους γυναῖκας προετρέψατο μεθ᾽ αὑτῆς ἑλέσθαι τὸν θάνατον, οὐδὲν συντεταχότος Πτολεμαίου περὶ τῶν γυναικῶν, ἀλλὰ συγκεχωρηκότος αὐταῖς τὴν ἀσφάλειαν. [3] τῶν δὲ βασιλείων πεπληρωμένων φόνων καὶ συμπτωμάτων ἀπροσδοκήτων οἱ τοῦ Νικοκλέους ἀδελφοὶ συγκλείσαντες τὰς θύρας τὴν μὲν οἰκίαν ἐνέπρησαν, ἑαυτοὺς δ᾽ ἀπέσφαξαν. μὲν οὖν τῶν ἐν Πάφῳ βασιλέων οἰκία τραγικοῖς συγκυρήσασα πάθεσι τὸν εἰρημένον τρόπον κατελύθη. ἡμεῖς δὲ τὴν ἀπαγγελίαν τῶν κατὰ τὴν Κύπρον γεγονότων διελθόντες ἐπὶ τὰς συνεχεῖς πράξεις μεταβιβάσομεν τὸν λόγον. [p. 203]

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: