previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


δὴ συνορῶν Ἀντίγονος καὶ σπεύδων αὐτοὺς ἀποσπάσαι τῆς πρὸς ἐκεῖνον ἐπιπλοκῆς τὸ μὲν πρῶτον πρεσβευτὰς ἀπέστειλε καθ᾽ ὃν καιρὸν ὑπὲρ τῆς Κύπρου διεπολέμει πρὸς Πτολεμαῖον, ἀξιῶν αὐτῷ συμμαχεῖν καὶ ναῦς συναποστεῖλαι [p. 290] τῷ Δημητρίῳ: [2] οὐ προσεχόντων δ᾽ αὐτῶν ἀπέστειλέ τινα τῶν στρατηγῶν μετὰ νεῶν, συντάξας τοὺς πλέοντας εἰς Αἴγυπτον ἐκ τῆς Ῥόδου κατάγειν καὶ περιαιρεῖσθαι τὰ φορτία. τούτου δ᾽ ἐκβληθέντος ὑπὸ τῶν Ῥοδίων φήσας αὐτοὺς ἀδίκου κατῆρχθαι πολέμου διηπειλήσατο πολιορκήσειν δυνάμεσιν ἁδραῖς τὴν πόλιν. οἱ δὲ Ῥόδιοι τὸ μὲν πρῶτον ἐψηφίσαντο μεγάλας αὐτῷ τιμὰς καὶ πέμψαντες πρέσβεις ἠξίουν μὴ βιάσασθαι τὴν πόλιν προπεσεῖν παρὰ τὰς συνθήκας εἰς τὸν πόλεμον πρὸς Πτολεμαῖον. [3] τραχύτερον δὲ τοῦ βασιλέως ἀπαντῶντος καὶ τὸν υἱὸν Δημήτριον ἐκπέμψαντος μετὰ δυνάμεως καὶ πολιορκητικῶν ὀργάνων φοβηθέντες τὴν ὑπεροχὴν τοῦ βασιλέως τὸ μὲν πρῶτον ἀπέστειλαν πρὸς τὸν Δημήτριον, φήσαντες συμπολεμήσειν Ἀντιγόνῳ πρὸς Πτολεμαῖον: ὡς δ᾽ ἐκεῖνος ὁμήρους ἑκατὸν ᾔτει τοὺς ἐπιφανεστάτους καὶ τοῖς λιμέσι δέχεσθαι τὸν στόλον προσέταττεν, ὑπολαβόντες ἐπιβουλεύειν αὐτὸν τῇ πόλει, τὰ πρὸς πόλεμον παρεσκευάζοντο. [4] Δημήτριος δὲ πᾶσαν τὴν δύναμιν ἀθροίσας εἰς τὸν ἐν Λωρύμοις λιμένα στόλον ἐξήρτυε πρὸς τὸν ἐπίπλουν τὸν ἐπὶ τὴν Ῥόδον. εἶχε δὲ ναῦς μακρὰς μὲν παντοίας μεγέθει διακοσίας, ὑπηρετικὰ δὲ πλείω τῶν ἑκατὸν ἑβδομήκοντα: ἐν δὲ τούτοις ἐκομίζοντο στρατιῶται βραχὺ λειπόμενοι τῶν τετρακισμυρίων σὺν ἱππεῦσι καὶ τοῖς συμμαχοῦσι πειραταῖς. ὑπῆρχε δὲ καὶ βελῶν παντοίων πλῆθος καὶ πάντων τῶν πρὸς πολιορκίαν χρησίμων μεγάλη παρασκευή. [5] χωρὶς δὲ τούτων ἰδιωτικὰ πόρια [p. 291] συνηκολούθει τῶν ταῖς ἀγοραῖς χρωμένων βραχὺ λειπόμενα τῶν χιλίων: πολλὰ γὰρ ἔτη τῆς χώρας τῆς Ῥοδίων ἀπορθήτου γεγενημένης συνέρρει πανταχόθεν πλῆθος τῶν εἰωθότων ὠφελείας ἰδίας ἡγεῖσθαι τὰ τῶν πολεμουμένων ἀτυχήματα.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: