previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ἅμα δὲ τούτοις πραττομένοις Ξενόδοκος τῶν Ἀκραγαντίνων στρατηγὸς πολλὰς μὲν τῶν πόλεων ἠλευθερωκώς, ἐλπίδας δὲ μεγάλας παρεσχηκὼς τοῖς Σικελιώταις τῆς καθ᾽ ὅλην τὴν νῆσον αὐτονομίας ἐξήγαγε τὴν δύναμιν ἐπὶ τοὺς Ἀγαθοκλέους στρατηγούς, οὖσαν πεζῶν μὲν πλειόνων μυρίων, ἱππέων δὲ σχεδὸν χιλίων. [2] οἱ δὲ περὶ Λεπτίνην καὶ Δημόφιλον ἐκ τῶν Συρακουσσῶν καὶ τῶν φρουρίων ἐπιλέξαντες ὅσους ἠδύναντο πλείστους ἀντεστρατοπέδευσαν πεζοῖς μὲν ὀκτακισχιλίοις καὶ διακοσίοις, ἱππεῦσι δὲ χιλίοις καὶ διακοσίοις. γενομένης οὖν παρατάξεως ἰσχυρᾶς ἡττηθεὶς Ξενόδοκος ἔφυγεν εἰς τὸν Ἀκράγαντα καὶ τῶν στρατιωτῶν ἀπέβαλεν οὐκ ἐλάττους τῶν χιλίων καὶ πεντακοσίων. [3] οἱ μὲν οὖν Ἀκραγαντῖνοι ταύτῃ τῇ συμφορᾷ περιπεσόντες διέλυσαν ἑαυτῶν μὲν τὴν καλλίστην ἐπιβολήν, τῶν δὲ συμμάχων τὰς τῆς ἐλευθερίας [p. 257] ἐλπίδας: Ἀγαθοκλῆς δὲ τῆς μάχης ἄρτι γεγενημένης καταπλεύσας τῆς Σικελίας εἰς Σελινοῦντα Ἡρακλεώτας μὲν ἠλευθερωκότας τὴν πόλιν ἠνάγκασε πάλιν ὑποτάττεσθαι, παρελθὼν δὲ ἐπὶ θάτερον μέρος τῆς νήσου Θερμίτας μὲν προσαγαγόμενος ὑποσπόνδους ἀφῆκε τῶν Καρχηδονίων φρουρούντων ταύτην τὴν πόλιν, Κεφαλοίδιον δὲ ἐκπολιορκήσας Λεπτίνην μὲν ταύτης ἐπιμελητὴν ἀπέλιπεν, αὐτὸς δὲ διὰ τῆς μεσογείου ποιούμενος τὴν πορείαν ἐπεβάλετο μὲν νυκτὸς εἰς τὰ Κεντόριπα παρεισπεσεῖν εἰσδεχομένων αὐτόν τινων πολιτικῶν ἀνδρῶν, καταφανοῦς δὲ τῆς ἐπιβουλῆς γενομένης καὶ τῶν φρουρῶν παραβοηθησάντων ἐξέπεσεν ἐκ τῆς πόλεως, ἀποβαλὼν τῶν στρατιωτῶν πλείους πεντακοσίων. [4] μετὰ δὲ ταῦτά τινων ἐκ τῆς Ἀπολλωνίας μεταπεμπομένων αὐτὸν καὶ τὴν πατρίδα προδώσειν ἐπαγγελλομένων ἧκε πρὸς τὴν πόλιν: τῶν δὲ προδοτῶν καταφανῶν γενομένων καὶ κολασθέντων κατὰ μὲν πρώτην ἡμέραν πολιορκήσας ἄπρακτος ἐγένετο, τῇ δ᾽ ὑστεραίᾳ πολλὰ κακοπαθήσας καὶ συχνοὺς ἀποβαλὼν μόλις εἷλε τὴν πόλιν καὶ τῶν Ἀπολλωνιατῶν τοὺς πλείστους ἀποσφάξας διήρπασε τὰς κτήσεις.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (3 total)
  • Cross-references to this page (3):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: