previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


οἱ δὲ περὶ τὸν Ἀριφάρνην καὶ τὸν Εὔμηλον λειφθέντες ἐν τῇ μάχῃ συνέφυγον εἰς τὰ βασίλεια. ταῦτα δ᾽ ἔκειτο μὲν παρὰ τὸν Θάτην ποταμόν, ὃς περιρρέων αὐτὰ καὶ βάθος ἔχων ἱκανὸν ἐποίει δυσπρόσιτα, περιείχετο δὲ κρημνοῖς μεγάλοις, ἔτι δ᾽ ὕλης πλήθει, τὰς πάσας εἰς2βολὰς δύο ἔχοντα χειροποιήτους, ὧν μὲν ἦν ἐν αὐτοῖς τοῖς βασιλείοις, ὠχυρωμένη πύργοις ὑψηλοῖς καὶ προτειχίσμασιν, δ᾽ ἐκ θατέρου μέρους ἐν ἕλεσιν ὑπῆρχε, φρουρουμένη [p. 205] ξυλίνοις ἐρύμασι, διεστύλωτο δὲ δοκοῖς, ὑπεράνω δὲ τῶν ὑδάτων εἶχε τὰς οἰκήσεις. τοιαύτης δ᾽ οὔσης τῆς περὶ τὸν τόπον ὀχυρότητος τὸ μὲν πρῶτον Σάτυρος τήν τε χώραν τῶν πολεμίων ἐδῄωσε καὶ τὰς κώμας ἐνεπύρισεν, ἐξ ὧν αἰχμάλωτα σώματα καὶ λείας πλῆθος ἤθροισε. [2] μετὰ δὲ ταῦτα ἐγχειρήσας διὰ τῶν παρόδων βιάζεσθαι, κατὰ μὲν τὸ προτείχισμα καὶ τοὺς πύργους πολλοὺς ἀποβαλὼν τῶν στρατιωτῶν ἀπεχώρησε, κατὰ δὲ τὰ ἕλη βιασάμενος ἐκράτησε τῶν ξυλίνων φρουρίων. [3] ταῦτα δὲ διαρπάσας καὶ διαβὰς τὸν ποταμὸν ἤρξατο κόπτειν τὴν ὕλην, δι᾽ ἧς ἀναγκαῖον ἦν ἐλθεῖν ἐπὶ τὰ βασίλεια. τούτων δὲ ἐνεργῶς συντελουμένων Ἀριφάρνης βασιλεὺς ἀγωνιάσας μὴ κατὰ κράτος ἁλῶναι συμβῇ τὴν ἀκρόπολιν, διηγωνίζετο τολμηρότερον, ὡς ἐν μόνῳ τῷ νικᾶν κειμένης τῆς σωτηρίας. [4] διείλετο δὲ καὶ τοὺς τοξότας ἐπ᾽ ἀμφότερα τὰ μέρη τῆς παρόδου, δι᾽ ὧν ῥᾳδίως κατετίτρωσκε τοὺς τὴν ὕλην κόπτοντας, μὴ δυναμένους μήτε προορᾶσθαι τὰ βέλη μήτ᾽ ἀμύνεσθαι τοὺς βάλλοντας διὰ τὴν πυκνότητα τῶν δένδρων. [5] οἱ δὲ περὶ τὸν Σάτυρον ἐπὶ τρεῖς μὲν ἡμέρας ἔτεμνον τὴν ὕλην, ὁδοποιούμενοι καὶ διακαρτεροῦντες ἐπιπόνως: τῇ δὲ τετάρτῃ συνήγγισαν μὲν τῷ τείχει, νικώμενοι δὲ τῷ πλήθει τῶν βελῶν καὶ τῇ τῶν τόπων στενοχωρίᾳ μεγάλοις ἐλαττώμασι περιέπιπτον. [6] Μενίσκος μὲν γὰρ τῶν μισθοφόρων [p. 206] ἡγεμών, ἀνὴρ καὶ συνέσει καὶ τόλμῃ διαφέρων, προσπεσὼν διὰ τῆς διόδου πρὸς τὸ τεῖχος καὶ μετὰ τῶν περὶ ἑαυτὸν λαμπρῶς ἀγωνισάμενος ἐξεβιάσθη, πολλαπλασίων ἐπ᾽ αὐτὸν ἐπεξελθόντων. [7] ὃν ἰδὼν Σάτυρος κινδυνεύοντα ταχέως παρεβοήθει καὶ τὴν ἐπιφορὰν τῶν πολεμίων ὑποστὰς ἐτρώθη λόγχῃ διὰ τοῦ βραχίονος καὶ κακῶς ἀπαλλάττων ὑπὸ τοῦ τραύματος ἐπανῆλθεν εἰς τὴν παρεμβολὴν καὶ νυκτὸς ἐπιγενομένης ἐξέλιπε τὸν βίον, ἐννέα μόνον μῆνας βασιλεύσας μετὰ τὴν τοῦ πατρὸς τελευτὴν Παρυσάδου. [8] Μενίσκος δ᾽ τῶν μισθοφόρων ἡγεμὼν λύσας τὴν πολιορκίαν ἀπήγαγε τὴν δύναμιν εἰς Γάργαζαν πόλιν κἀκεῖθεν τὸ τοῦ βασιλέως σῶμα διὰ τοῦ ποταμοῦ διεκόμισεν εἰς Παντικάπαιον πρὸς τὸν ἀδελφὸν Πρύτανιν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: