previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


περὶ δὲ τὴν Λιβύην Ἀγαθοκλῆς, ἐπειδὴ κατέπλευσαν οἱ τὴν Ἀμίλκα κεφαλὴν κομίζοντες, ἀναλαβὼν ταύτην καὶ παριππεύσας πλησίον τῆς παρεμβολῆς τῶν πολεμίων εἰς φωνῆς ἀκοὴν ἔδειξε τοῖς πολεμίοις καὶ τὴν τῶν στρατοπέδων ἧτταν διεσάφησεν. [2] οἱ δὲ Καρχηδόνιοι περιαλγεῖς γενόμενοι καὶ βαρβαρικῶς προσκυνήσαντες συμφορὰν ἑαυτῶν ἐποιοῦντο τὸν τοῦ βασιλέως θάνατον καὶ πρὸς τὸν ὅλον πόλεμον ἄθυμοι καθειστήκεισαν. οἱ δὲ περὶ τὸν Ἀγαθοκλέα τοῖς περὶ Λιβύην προτερήμασιν ἐπαρθέντες τηλικούτων εὐτυχημάτων προσγενομένων μετέωροι ταῖς ἐλπίσιν ἐγενήθησαν, ὡς ἀπηλλαγμένοι τῶν δεινῶν. [3] οὐ μὴν τύχη γε εἴασε τὴν εὔροιαν μένειν ἐπὶ τῆς αὐτῆς τάξεως, ἀλλ᾽ ἐκ τῶν ἰδίων στρατιωτῶν τῷ δυνάστῃ τοὺς μεγίστους ἐπήνεγκε κινδύνους. Λυκίσκος γάρ τις τῶν ἐφ᾽ ἡγεμονίᾳ τεταγμένων, παραληφθεὶς ὑπ᾽ Ἀγαθοκλέους ἐπὶ τὸ δεῖπνον, οἰνωθεὶς ἐβλασφήμει τὸν δυνάστην. [4] μὲν οὖν Ἀγαθοκλῆς διὰ τὰς ἐν τῷ πολέμῳ [p. 220] χρείας ἀποδεχόμενος τὸν ἄνδρα τῇ παιδιᾷ τὰ πρὸς πικρίαν λεγόμενα διέσυρεν: δ᾽ υἱὸς Ἀρχάγαθος χαλεπῶς φέρων ἐπετίμα τε καὶ διηπειλεῖτο. [5] διαλυθέντος δὲ τοῦ πότου καὶ πρὸς τὴν σκηνὴν ἀπιόντων ἐλοιδόρησεν Λυκίσκος τὸν Ἀρχάγαθον εἰς τὴν τῆς μητρυιᾶς μοιχείαν: ἐδόκει γὰρ ἔχειν λάθρᾳ τοῦ πατρὸς τὴν Ἀλκίαν: [6] τοῦτο γὰρ ἦν ὄνομα τῇ γυναικί. δ᾽ Ἀρχάγαθος εἰς ὀργὴν ὑπερβάλλουσαν προαχθεὶς καὶ παρά τινος τῶν ὑπασπιστῶν ἁρπάσας σιβύνην διήλασε διὰ τῶν πλευρῶν. τοῦτον μὲν οὖν παραχρῆμα τελευτήσαντα πρὸς τὴν ἰδίαν ἀπήνεγκαν σκηνὴν οἷς ἦν ἐπιμελές: ἅμα δ᾽ ἡμέρᾳ συνελθόντες οἱ τοῦ φονευθέντος φίλοι καὶ πολλοὶ τῶν ἄλλων στρατιωτῶν συνδραμόντες ἠγανάκτουν ἐπὶ τοῖς πραχθεῖσι καὶ θορύβου τὴν παρεμβολὴν ἐπλήρωσαν. [7] πολλοὶ δὲ καὶ τῶν ἐφ᾽ ἡγεμονίαις τεταγμένων, ἐν ἐγκλήμασιν ὄντες καὶ φοβούμενοι περὶ σφῶν αὐτῶν, συνεπιθέμενοι τῷ καιρῷ στάσιν οὐ τὴν τυχοῦσαν ἐξέκαυσαν. παντὸς δὲ τοῦ στρατεύματος μισοπονηροῦντος ἕκαστοι τὰς πανοπλίας ἀνελάμβανον ἐπὶ τὴν τοῦ φονεύσαντος τιμωρίαν: καὶ πέρας τὸ πλῆθος ᾤετο δεῖν Ἀρχάγαθον ἀναιρεῖσθαι, μὴ ἐκδιδόντος δὲ τὸν υἱὸν Ἀγαθοκλέους αὐτὸν ἀντ᾽ ἐκείνου τὴν τιμωρίαν ὑπέχειν. [8] ἀπῄτουν δὲ καὶ τοὺς μισθοὺς τοὺς ὀφειλομένους καὶ στρατηγοὺς ᾑροῦντο τοὺς ἀφηγησομένους τοῦ στρατοπέδου καὶ τὸ τελευταῖον τὰ τείχη κατελαμβάνοντό τινες τοῦ Τύνητος καὶ πανταχόθεν φυλακαῖς περιέλαβον τοὺς δυνάστας.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: