previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


κατὰ δὲ τὴν Ἰταλίαν Σαμνῖται μὲν Σώραν καὶ Καλατίαν πόλεις Ῥωμαίοις συμμαχούσας ἐκπολιορκήσαντες ἐξηνδραποδίσαντο: οἱ δ᾽ ὕπατοι δυνάμεσιν [p. 288] ἁδραῖς εἰς τὴν Ἰαπυγίαν ἐμβαλόντες πλησίον Σιλβίου πόλεως κατεστρατοπέδευσαν. [2] φρουρουμένης δὲ αὐτῆς ὑπὸ Σαμνιτῶν συνεστήσαντο πολιορκίαν ἐφ᾽ ἱκανὰς ἡμέρας καὶ κατὰ κράτος ἑλόντες αἰχμάλωτα σώματα πλείω τῶν πεντακισχιλίων ἔλαβον καὶ τῶν ἄλλων λαφύρων ἱκανόν τι πλῆθος. [3] ἀπὸ δὲ τούτων γενόμενοι τὴν τῶν Σαμνιτῶν χώραν ἐπῆλθον δενδροτομοῦντες καὶ πάντα τόπον καταφθείροντες: πολλὰ γὰρ ἔτη τῆς Ῥώμης πρὸς τοῦτο τὸ ἔθνος διαπολεμούσης ὑπὲρ τῆς ἡγεμονίας ἤλπιζον τῶν ἐπὶ τῆς χώρας κτήσεων στερήσαντες τοὺς πολεμίους ἀναγκάσειν εἶξαι τοῖς ὑπερέχουσιν. [4] διὸ καὶ πέντε μῆνας καταναλώσαντες εἰς τὴν τῆς πολεμίας γῆς καταφθορὰν τάς τε ἐπαύλεις σχεδὸν ἁπάσας ἐπυρπόλησαν καὶ τὴν χώραν ἐξηγρίωσαν, ἀφανίσαντες πᾶν τὸ δυνάμενον ἐνεγκεῖν ἥμερον καρπόν. μετὰ δὲ ταῦτα τοῖς μὲν Ἀναγνίταις ἀδικήματα ποιοῦσι πόλεμον κατήγγειλαν, Φρουσίνωνα δὲ ἐκπολιορκήσαντες ἀπέδοντο τὴν χώραν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (5 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: