previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Πτολεμαῖος δὲ προκατειληφὼς τοὺς εὐκαιροτάτους τόπους ἀσφαλέσι φυλακαῖς ἀπέστειλέν τινας ἐν τοῖς κοντωτοῖς, παρακελευσάμενος προσπλεῖν πλησίον τῆς ἐκβάσεως καὶ κηρύττειν ὅτι δώσει τοῖς μεταβαλομένοις ἀπ᾽ Ἀντιγόνου τῶν μὲν ἰδιωτῶν ἑκάστοις δύο μνᾶς, τοῖς δ᾽ ἐφ᾽ ἡγεμονίας τεταγμένοις τάλαντον. [2] γενομένων οὖν τῶν κηρυγμάτων τοιούτων ἐνέπεσέ τις ὁρμὴ πρὸς μετάθεσιν τοῖς μετ᾽ Ἀντιγόνου μισθοφόροις, ἐν οἷς καὶ τῶν ἡγεμόνων πλείους προθύμους εἶναι συνέβαινε δι᾽ αἰτίας τινὰς εἰς τὸ μεταβολῆς ἐπιθυμεῖν. [3] πολλῶν δὲ πρὸς αὐτὸν αὐτομολούντων μὲν Ἀντίγονος ἐπιστήσας τῷ χείλει τοῦ ποταμοῦ τοξότας [p. 282] καὶ σφενδονήτας καὶ πολλὰ τῶν ὀξυβελικῶν τοὺς προσπλέοντας ἐν τοῖς κοντωτοῖς ἀνέστελλε: τῶν δ᾽ αὐτομολούντων συλλαβών τινας δεινῶς ᾐκίσατο, βουλόμενος καταπλήξασθαι τοὺς τῆς ὁμοίας ὁρμῆς ἀντεχομένους. [4] καὶ προσλαβὼν τὰ καθυστεροῦντα τῶν σκαφῶν προσέπλευσεν ἐπὶ τὸ καλούμενον Ψευδόστομον, νομίζων ἐνταῦθα δυνήσεσθαί τινας τῶν στρατιωτῶν ἀποβιβάσαι. εὑρὼν δὲ πρὸς αὐτῷ φυλακὴν ἰσχυρὰν καὶ τοῖς τε ὀξυβελέσι καὶ τοῖς ἄλλοις παντοίοις βέλεσιν ἀνειργόμενος ἀπέπλευσε περικαταλαμβανούσης νυκτός. [5] ἔπειτα παραγγείλας τοῖς κυβερνήταις ἀκολουθεῖν τῇ στρατηγίδι νηὶ προσέχοντας τῷ λαμπτῆρι προσέπλευσεν ἐπὶ τὸ στόμα τοῦ Νείλου τὸ καλούμενον Φατνιτικόν: ἡμέρας δὲ γενομένης, ἐπειδὴ πολλαὶ τῶν νεῶν ἀπεπλανήθησαν, ἠναγκάσθη ταύτας περιμένειν καὶ τὰς μάλιστα ταχυναυτούσας τῶν ἠκολουθηκυιῶν ἐξαποστέλλειν ἐπὶ τὴν τούτων ζήτησιν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: