previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


μέχρι μὲν δὴ τούτων τῶν καιρῶν ἐν τῇ Λιβύῃ κατὰ νοῦν ἅπαντα τὰ πράγματα τοῖς περὶ τὸν Ἀρχάγαθον ἦν. μετὰ δὲ ταῦτα τῆς γερουσίας ἐν Καρχηδόνι βουλευσαμένης περὶ τοῦ πολέμου καλῶς ἔδοξε [p. 261] τοῖς συνέδροις τρία στρατόπεδα ποιήσαντας ἐκ τῆς πόλεως ἐκπέμψαι, τὸ μὲν ἐπὶ τὰς παραθαλαττίους πόλεις, τὸ δ᾽ εἰς τὴν μεσόγειον, τὸ δ᾽ εἰς τοὺς ἄνω τόπους. [2] ἐνόμιζον γὰρ τοῦτο πράξαντες πρῶτον μὲν τὴν πόλιν ἀπαλλάξειν τῆς πολιορκίας, ἅμα δὲ καὶ τῆς σιτοδείας: πολλῶν γὰρ καὶ παντοδαπῶν ὄχλων συμπεφευγότων εἰς τὴν Καρχηδόνα συνέβαινε πάντων γεγονέναι σπάνιν, ἐξανηλωμένων ἤδη τῶν ἐπιτηδείων: ἀπὸ δὲ τῆς πολιορκίας οὐκ ἦν κίνδυνος, ἀπροσίτου τῆς πόλεως οὔσης διὰ τὴν ἀπὸ τῶν τειχῶν καὶ τῆς θαλάττης ὀχυρότητα: [3] ἔπειθ᾽ ὑπελάμβανον καὶ τοὺς συμμάχους διαμένειν μᾶλλον πλειόνων στρατοπέδων ὄντων ἐν ὑπαίθρῳ τῶν παραβοηθούντων: τὸ δὲ μέγιστον, ἤλπιζον καὶ τοὺς πολεμίους ἀναγκασθήσεσθαι μερίζειν τὰς δυνάμεις καὶ μακρὰν ἀποσπᾶσθαι τῆς Καρχηδόνος. ἅπερ ἅπαντα κατὰ τὴν ἐπίνοιαν αὐτῶν συνετελέσθη: [4] τρισμυρίων μὲν γὰρ στρατιωτῶν ἐκ τῆς πόλεως ἐκπεμφθέντων οἱ καταλειπόμενοι ἔμποροι οὐχ οἷον ἱκανὰ πρὸς αὐτάρκειαν εἶχον, ἀλλ᾽ ἐκ περιουσίας ἐχρῶντο δαψιλέσι πᾶσιν, οἵ τε σύμμαχοι τὸ πρὸ τοῦ διὰ τὸν ἀπὸ τῶν πολεμίων φόβον ἀναγκαζόμενοι προστίθεσθαι τοῖς πολεμίοις τότε πάλιν θαρρήσαντες [p. 262]

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: