previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ἀκούσας γὰρ τὴν τῶν υἱῶν ἀναίρεσιν καὶ δι᾽ ὀργῆς ἔχων ἅπαντας τοὺς ἀπολελειμμένους κατὰ Λιβύην ἔπεμψε τῶν φίλων τινὰς εἰς Συρακούσσας πρὸς Ἄντανδρον τὸν ἀδελφόν, διακελευσάμενος τοὺς τῶν συστρατευσάντων ἐπὶ Καρχηδόνα συγγενεῖς ἅπαντας ἀποσφάξαι. [2] ταχὺ δὲ τούτου τὸ προσταχθὲν ποιήσαντος ποικιλώτατον γενέσθαι συνέβη φόνον τῶν προγεγονότων: οὐ γὰρ μόνον τοὺς ἀκμάζοντας ταῖς ἡλικίαις [p. 278] ἀδελφοὺς πατέρας παῖδας ἐξῆγεν ἐπὶ τὸν θάνατον, ἀλλὰ καὶ πάππους καὶ τούτων, εἰ τύχοι, καὶ πατέρας περιόντας ἐσχατογήρους καὶ ταῖς ὅλαις αἰσθήσεσι διὰ τὸν χρόνον ἤδη παραλελυμένους, ἔτι δὲ νηπίους παῖδας ἐν ἀγκάλαις φερομένους καὶ τῆς ἐπιφερομένης αὐτοῖς συμφορᾶς οὐδεμίαν αἴσθησιν λαμβάνοντας. ἤγοντο δὲ καὶ γυναῖκες ὅσαι μετεῖχον οἰκειότητος συγγενείας καὶ καθόλου πᾶς μέλλων τῇ καθ᾽ αὑτὸν τιμωρίᾳ λύπην ἐμποιῆσαι τοῖς ἐπὶ τῆς Λιβύης ἀπολειφθεῖσι. [3] πολλοῦ δὲ πλήθους καὶ παντοίου πρὸς τὴν θάλατταν ἀχθέντος ἐπὶ τὴν τιμωρίαν καὶ τῶν σφαγέων ἐφεστώτων δάκρυα καὶ δεήσεις καὶ θρῆνος ἐγίνετο συμφορητός, ὧν μὲν ἀνηλεῶς φονευομένων, ὧν δὲ ἐπὶ ταῖς τῶν πλησίον συμφοραῖς ἐκπληττομένων καὶ διὰ τὸ προσδοκώμενον οὐδὲν διαφερόντων [4] ταῖς ψυχαῖς τῶν προαποθνησκόντων. τὸ δὲ πάντων χαλεπώτατον, πολλῶν ἀναιρεθέντων καὶ παρὰ τὸν αἰγιαλὸν ἐρριμμένων τῶν σωμάτων οὔτε συγγενὴς οὐδεὶς οὔτε φίλος ἐτόλμα τινὰ κηδεύειν, φοβούμενος μὴ δόξῃ προσαγγέλλειν ἑαυτὸν μετέχοντα τῆς ἐκείνων οἰκειότητος. [5] διὰ δὲ τὸ πλῆθος τῶν φονευθέντων ἐπὶ τοῦ κύματος συνέβη τὴν θάλατταν ἐφ᾽ ἱκανὸν τόπον αἵματι κραθεῖσαν πόρρωθεν διαφαίνειν τὴν ὑπερβολὴν τῆς τοῦ πάθους ὠμότητος. [p. 279]

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
  • Cross-references to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: