previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


οἱ δ᾽ ἐφορμοῦντες Καρχηδόνιοι τῷ ναυστάθμῳ τῶν Σικελιωτῶν τὸ μὲν πρῶτον ὁρῶντες καομένας τὰς ναῦς περιχαρεῖς ἦσαν, ὡς διὰ τὸν ἀπ᾽ αὐτῶν φόβον ἠναγκασμένων τῶν πολεμίων διαφθεῖραι τὰ σκάφη: ὡς δ᾽ ἴδον εἰς τὴν χώραν προάγουσαν τὴν τῶν ἐναντίων δύναμιν, συλλογιζόμενοι περὶ τῶν ἀποβησομένων συμφορὰν ἰδίαν ἡγοῦντο τὴν τῶν νεῶν ἀπώλειαν. διὸ καὶ ταῖς πρῴραις δέρρεις κατεπέτασαν, ὅπερ ἀεὶ ποιεῖν εἰώθασιν, ὅταν τι κακὸν δημοσίᾳ συμβεβηκέναι δόξῃ τῇ Καρχηδονίων πόλει, [2] ἔλαβόν τε καὶ τὰ χαλκώματα τῶν Ἀγαθοκλέους νεῶν εἰς τὰς ἰδίας τριήρεις καὶ τοὺς ἀπαγγελοῦντας ὑπὲρ τῶν συμβεβηκότων τἀκριβὲς ἐξαπέστειλαν εἰς τὴν Καρχηδόνα. πρὶν δὲ τούτους δηλῶσαι τὸ γεγονός, ἀπὸ τῆς χώρας τινὲς αἰσθόμενοι τὸν κατάπλουν τὸν Ἀγαθοκλέους ἀπήγγειλαν κατὰ σπουδὴν τοῖς Καρχηδονίοις. [3] οἱ δ᾽ ἐκπλαγέντες διὰ τὸ παράδοξον ὑπέλαβον ἀπολωλέναι τὰς ἰδίας δυνάμεις ἐν Σικελίᾳ καὶ τὰς πεζικὰς καὶ τὰς ναυτικάς: οὐ γὰρ ἄν ποτε τὸν Ἀγαθοκλέα μὴ νενικηκότα τολμῆσαι καταλιπεῖν ἐρήμους βοηθείας τὰς Συρακούσσας οὐδ᾽ ἂν ἐπιβαλέσθαι περαιοῦν δύναμιν θαλασσοκρατούντων τῶν πολεμίων. [4] διόπερ θόρυβος καὶ πολλὴ ταραχὴ κατεῖχε τὴν πόλιν καὶ συνδρομὴ τῶν ὄχλων εἰς τὴν ἀγορὰν ἐγίνετο καὶ βουλὴ τῆς γερουσίας ,τι [p. 186] δέοι πράττειν. στρατόπεδον μὲν γὰρ οὐκ ἦν ἕτοιμον τὸ δυνάμενον ἀντιτάξασθαι, τὸ δὲ πολιτικὸν πλῆθος ἄπειρον ὂν πολέμου προκαταπεπτώκει ταῖς ψυχαῖς, οἱ πολέμιοι δὲ πλησίον εἶναι τῶν τειχῶν προσεδοκῶντο. [5] ἔνιοι μὲν οὖν ἔφασαν πρεσβευτὰς ὑπὲρ εἰρήνης ἀποστέλλειν πρὸς Ἀγαθοκλέα, τοὺς αὐτοὺς ἅμα καὶ κατασκόπους ἐσομένους τῶν παρὰ τοῖς πολεμίοις, τινὲς δὲ ἀναμεῖναι μέχρι ἂν γνῶσιν ἀκριβῶς ἕκαστον τῶν πεπραγμένων. τοιαύτης δὲ συγχύσεως τὴν πόλιν ἐχούσης κατέπλευσαν οἱ πεμφθέντες ὑπὸ τοῦ ναυάρχου καὶ τὰς αἰτίας τῶν πεπραγμένων ἐδήλωσαν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: