previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Δημήτριος δὲ τῶν τε μηχανῶν αὐτῷ τέλος ἐχουσῶν καὶ τοῦ πρὸς τὸ τεῖχος τόπου παντὸς ἀνακαθαρθέντος τὴν μὲν ἑλέπολιν μέσην ἔστησε, τὰς δὲ χωστρίδας χελώνας ἐπιδιεῖλεν, οὔσας εἰς ὀκτώ: κατέστησεν δ᾽ εἰς ἑκάτερον μέρος τῆς μηχανῆς τέτταρας καὶ τούτων ἑκάστῃ συνῆψεν στοὰν μίαν εἰς τὸ δύνασθαι μετ᾽ ἀσφαλείας ἐπιτελεῖν τὸ προσταττόμενον τοὺς εἰσιόντας τε καὶ πάλιν ἐξιόντας, κριοφόρους δὲ δύο πολλαπλασίας τοῖς μεγέθεσιν: εἶχε γὰρ ἑκατέραν πηχῶν ἑκατὸν εἴκοσι, σεσιδηρωμένην καὶ τὴν ἐμβολὴν ἔχουσαν παραπλησίαν νεὼς ἐμβόλῳ, καὶ προωθουμένην μὲν εὐκινήτως, ὑπότροχον δὲ καὶ τὴν ἐναγώνιον ἐνέργειαν λαμβάνουσαν δἰ ἀνδρῶν οὐκ ἐλαττόνων χιλίων. [2] μέλλων δὲ προσάγειν τὰς μηχανὰς τοῖς τείχεσι τοὺς μὲν πετροβόλους [p. 310] καὶ τοὺς ὀξυβελεῖς παρήνεγκε τῆς ἑλεπόλεως εἰς ἑκάστην στέγην τοὺς ἁρμόζοντας, [3] ἐπὶ δὲ τοὺς λιμένας καὶ τοὺς πλησίον τόπους ἀπέστειλε τὴν ναυτικὴν δύναμιν, πρὸς δὲ τὸ λοιπὸν τεῖχος τὸ δυνάμενον προσβολὰς δέξασθαι τὸ πεζὸν στρατόπεδον ἐπιδιεῖλεν. [4] ἔπειτα δὲ πρὸς ἓν παρακέλευσμα καὶ σημεῖον πάντων συναλαλαξάντων πανταχόθεν τῇ πόλει προσβολὰς ἐποιεῖτο. διασείοντος δ᾽ αὐτοῦ τοῖς κριοῖς καὶ τοῖς πετροβόλοις τὰ τείχη παρεγενήθησαν Κνιδίων πρέσβεις, ἀξιοῦντες ἐπισχεῖν καὶ πείσειν ἐπαγγελλόμενοι τοὺς Ῥοδίους δέχεσθαι τὰ δυνατώτατα τῶν προσταγμάτων. [5] ἀνέντος δὲ τοῦ βασιλέως καὶ τῶν πρέσβεων δεῦρο κἀκεῖσε πολλὰ διαλεχθέντων πέρας οὐ δυναμένων συμφωνῆσαι πάλιν ἐνηργεῖτο τὰ τῆς πολιορκίας. καὶ Δημήτριος μὲν κατέβαλε τὸν στερεώτατον τῶν πύργων, ᾠκοδομημένον ἐκ λίθων τετραπέδων, καὶ μεσοπύργιον ὅλον διέσεισεν, ὥστε μὴ δύνασθαι τοὺς ἐν τῇ πόλει πάροδον ἔχειν ἐπὶ τὰς ἐπάλξεις κατὰ τοῦτον τὸν τόπον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (6 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: