ἐγὼ δ᾽ ἐμαυτὸν παῖδα τῆς Τύχης νέμω.καὶ Ῥωμαϊστὶ μὲν Φήλιξ ὠνομάζετο, τοῖς δ᾽ Ἕλλησιν οὕτως ἔγραφε ‘Λούκιος Κορνήλιος Σύλλας Ἐπαφρόδιτος.’ καὶ τὰ παρ᾽ ἡμῖν ἐν Χαιρωνείᾳ τρόπαια καὶ τὰ τῶν Μιθριδατικῶν οὕτως ἐπιγέγραπται,, καὶ εἰκότως: ‘πλεῖστον γὰρ Ἀφροδίτης οὐ’ ‘νύξ,’ κατὰ Μένανδρον, ἀλλὰ τύχη μετέσχηκεν. ἆρ᾽ οὖν ταύτην τις ἀρχὴν ποιησάμενος οἰ - κείαν ἂν ὑπὲρ τῆς Τύχης ἐπάγοιτο μάρτυρας αὖ τοὺς Ῥωμαίους, ὡς τῇ Τύχῃ πλέον ἢ τῇ Ἀρετῇ νέμοντας; ἀρετῆς μέν γε παρ᾽ αὐτοῖς ὀψὲ καὶ μετὰ πολλοὺς χρόνους ἱερὸν ἱδρύσατο Σκιπίων ὁ
Click on a word to bring up parses, dictionary entries, and frequency statistics