Click on a word to bring up parses, dictionary entries, and frequency statistics
μὲν δὴ μέγιστον ἐν παντί, μάλιστα δ᾽
ἐν ἱδρύσει καὶ κτίσει πόλεως: ταύτην δ᾽
ἡ Τύχη παρέσχε σῴσασα καὶ φυλάξασα τὸν κτίστην ἡ μὲν γὰρ Ἀρετὴ μέγαν
ἐποίησε Ῥωμύλον, ἡ Τύχη δ᾽ ἄχρι τοῦ γενέσθαι
μέγαν ἐτήρησε.
καὶ μὴν τήν γε Νομᾶ βασιλείαν
[p. 350] πολυχρονιωτάτην γενομένην ὁμολογουμένως εὐτυχία διεκυβέρνησε θαυμαστή. τὸ μὲν γὰρ Ἐγερίαν τινά, νυμφῶν
μίαν δρυάδων, δαίμονα σοφὴν ἔρωτι τἀνδρὸς ἐν
συνουσίᾳ γενομένην, παραπαιδαγωγεῖν καὶ συσχηματίζειν τὴν πολιτείαν ἴσως μυθωδέστερόν ἐστι.