Click on a word to bring up parses, dictionary entries, and frequency statistics
πύλην καλοῦσιν. ἱδρύσατο δ᾽ οὖν Τύχης ἱερὸν ἐν μὲν Καπετωλίῳ τὸ τῆς Πριμιγενείας λεγομένης,
ὃ πρωτογόνου τις ἂν ἑρμηνεύσειε: καὶ τὸ τῆς
Ὀψεκουέντις, ἣν οἱ μὲν πειθήνιον οἱ
δὲ μειλίχιον εἶναι νομίζουσι. μᾶλλον δὲ τὰς Ῥωμαϊκὰς ἐάσας
ὀνομασίας Ἑλληνιστὶ τὰς δυνάμεις τῶν ἱδρυμάτων πειράσομαι καταριθμήσασθαι. καὶ γὰρ ἰδίας Τύχης
ἱερόν ἐστιν ἐν Παλατίῳ, καὶ τὸ τῆς ἰξευτρίας, εἰ
καὶ γελοῖον, ἀλλ᾽ ἔχον ἐκ μεταφορᾶς ἀναθεώρησιν,
οἷον ἑλκούσης τὰ πόρρω καὶ κρατούσης
συμπροσισχόμενα. παρὰ δὲ τὴν Μουσκῶσαν καλουμένην