Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Καντάβρων ταραχαὶ καὶ Γαλατίας συρραγεῖσαι Γερμανοῖς συνετάραξαν τὴν εἰρήνην. ἀλλὰ ταῦτα μὲν εὐτυχίας τῆς Νομᾶ προσιστόρηται μαρτύρια.
τὴν δὲ Τύχην καὶ οἱ μετ᾽ ἐκεῖνον ἐθαύμασαν βασιλεῖς ὡς πρωτόπολιν καὶ τιθηνὸν καὶ
[p. 356]
‘φερέπολιν τῆς’ Ῥώμης ἀληθῶς κατὰ Πίνδαρον
Σέρβιος δὲ Τύλλιος, ἀνὴρ τῶν βασιλέων μάλιστα καὶ τὴν δύναμιν αὐξήσας τοῦ δήμου καὶ τὸ πολίτευμα κοσμήσας καὶ τάξιν μὲν ἐπιθεὶς ταῖς
ψηφοφορίαις, τάξιν δὲ ταῖς στρατείαις, τιμητὴς δὲ πρῶτος καὶ βίων ἐπίσκοπος καὶ σωφροσύνης
γενόμενος καὶ δοκῶν ἀνδρειότατος εἶναι καὶ
φρονιμώτατος, αὐτὸς ἑαυτὸν εἰς τὴν Τύχην ἀνῆπτε καὶ
ἀνεδεῖτο τὴν ἡγεμονίαν ἐξ ἐκείνης, ὥστε καὶ
συνεῖναι δοκεῖν αὐτῷ τὴν Τύχην διά τινος θυρίδος
[p. 358]
καταβαίνουσαν εἰς τὸ δωμάτιον νῦν Φενέστελλαν