Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἧς ἀναστάντες οἱ Ῥωμαῖοι καὶ συμφρονήσαντες τὸ
γενόμενον ἐώσαντο καὶ κατεκρήμνισαν τοὺς πολεμίους. πομπεύει δὲ μέχρι νῦν ἐπὶ μνήμῃ τῶν τότε συμπτωμάτων κύων μὲν ἀνεσταυρωμένος, χὴν δὲ μάλα σεμνῶς ἐπὶ στρωμνῆς πολυτελοῦς καὶ φορείου καθήμενος.
ἡ δ᾽ ὄψις ἐπιδείκνυται Τ ύχης ἰσχὺν καὶ πρὸς
ἅπαν εὐπορίαν ἐκ τῶν παραλόγων, ὅταν τι πραγματεύηται καὶ στρατηγῇ, νοῦν μὲν ἀλόγοις καὶ ἄφροσιν, ἀλκὴν δὲ καὶ θράσος δειλοῖς ἐντιθείσης. τίς γὰρ οὐκ ἂν ὡς ἀληθῶς ἐκπλαγείη καὶ θαυμάσειεν
ἐπιμαθὴς γενόμενος καὶ λογισμῷ τινι τὴν τότε
κατήφειαν καὶ τὴν νῦν ὑπάρχουσαν εὐδαιμονίαν