Click on a word to bring up parses, dictionary entries, and frequency statistics
πολλάκις παρρησιάζεσθαι καὶ νουθετεῖν, ‘ὦ
ἄνθρωπε, τί σοι πρᾶγμα πρὸς τοῦτον ἔστι τὸν νεανίσκον; φεῦγ᾽ αὐτόν: ἐνδοξότερος εἶ, πρεσβύτερος εἶ, ἄρχεις πλειόνων, ἐνήθληκας πολέμοις, ἐμπειρίᾳ διαφέρεις: ἀλλ᾽
ὁ σὸς δαίμων τὸν τούτου φοβεῖται: καὶ ἡ τύχη σου καθ᾽
ἑαυτήν ἐστι μεγάλη κολακεύει
δὲ τὴν τούτου: ἐὰν μὴ μακρὰν ᾖς, οἰχήσεται μεταβᾶσα πρὸς αὐτόν.’
ἀλλὰ γὰρ αἱ μὲν ἀπὸ τῶν μαρτύρων πίστεις τοσαῦται τῇ Τύχῃ πάρεισι. δεῖ δὲ καὶ τὰς ἀπὸ τῶν πραγμάτων αὐτῶν εἰσάγειν, ἀρχὴν τοῦ λόγου τὴν ἀρχὴν τῆς πόλεως λαβόντας. εὐθὺς οὖν τίς οὐκ
ἂν εἴποι πρὸς τὴν Ῥωμύλου γένεσιν καὶ σωτηρίαν