Click on a word to bring up parses, dictionary entries, and frequency statistics
τότε λέγεται τὸ ἄγαλμα τῆς Τύχης ἅμα
τῷ καθιερωθῆναι φωνὴν ἀφεῖναι καὶ εἰπεῖν, ‘ὁσίῳ
με πόλεως νόμῳ, γυναῖκες ἀσταί, καθιδρύσασθε.’
καὶ μὴν καὶ Φούριος Κάμιλλος, ὅτε τὸ Κελτικὸν ἔσβεσε πῦρ, καὶ τὴν Ῥώμην ἀντίρροπον χρυσῷ κεκλιμένην ἀπὸ τοῦ ζυγοῦ καὶ τῆς πλάστιγγος
[p. 338] καθεῖλεν, οὔτ᾽ εὐβουλίας οὔτ᾽ ἀνδρείας, ἀλλὰ Φήμης
ἱδρύσατο καὶ Κληδόνος ἱερὸν παρὰ τὴν Καινὴν ὁδόν, ὅπου φασὶ πρὸ τοῦ πολέμου Μάρκῳ Καιδικίῳ βαδίζοντι νύκτωρ φωνὴν γενέσθαι κελεύουσαν
ὀλίγῳ χρόνῳ Γαλατικὸν πόλεμον προσδέχεσθαι.
τὴν δὲ πρὸς τῷ ποταμῷ Τύχην ‘φόρτιν’ ιν