Click on a word to bring up parses, dictionary entries, and frequency statistics
θεὸς ὢν τῇ Σιλβίᾳ θνητῇ συνῆλθε. ταὐτὸ δὲ
συντυχεῖν τῷ Ῥωμύλῳ καὶ περὶ τὴν μετάστασιν αὐτὴν τοῦ βίου: λέγουσι γὰρ ἐκλείποντος τοῦ ἡλίου
ἠφανίσθαι νώναις καπρατίναις, ἣν ἄχρι νῦν ἡμέραν ἐπιφανῶς ἑορτάζουσιν.
ἔπειτα γεννηθέντας αὐτούς, τοῦ τυράννου
τάττοντος ἀνελεῖν, παρέλαβε κατὰ τύχην οὐ βάρβαρος οὐδ᾽ ἄγριος ὑπηρέτης, ἐλεήμων δέ τις καὶ φιλάνθρωπος, ὥστε μὴ κτεῖναι ἀλλὰ τοῦ ποταμοῦ τις ἦν ὄχθη χλοερῷ λειμῶνι προσκλύζουσα καὶ περισκιαζομένη
χθαμαλοῖς δένδρεσιν: ἐνταῦθα κατέθηκε τὰ βρέφη πλησίον ἐρινεοῦ τινος, ὃν ῥουμινᾶλιν ὠνόμαζον.