Click on a word to bring up parses, dictionary entries, and frequency statistics
πυρὶ περιλαμπόμενον: ὅπερ ἦν μαρτύριον αὐτῷ τῆς
ἐκ πυρὸς γενέσεως, σημεῖον δὲ χρηστὸν ἐπὶ τὴν
ἀπροσδόκητον ἡγεμονίαν, ἧς ἔτυχε μετὰ τὴν
[p. 362]
Ταρκυνίου τελευτὴν Τανακυλλίδος σπουδασάσης. ἐπεὶ
πάντων γε τῶν βασιλέων πρὸς μοναρχίαν οὗτος ἀφυέστατος δοκεῖ γενέσθαι καὶ ἀπροθυμότατος, ὅς
γε τὴν βασιλείαν ἀποθέσθαι διανοηθεὶς ἐκωλύθη: τελευτῶσα γὰρ, ὡς ἔοικεν, ἐξώρκωσε τοῦτον ἐμμεῖναι τῇ ἀρχῇ καὶ προθέσθαι τὴν πάτριον Ῥωμαίων πολιτείαν. οὕτως ἡ Σερουίου βασιλεία
παντάπασι τῆς Τύχης, ἣν ἔλαβέ τε μὴ προσδοκήσας καὶ μὴ βουλόμενος διεφύλαξεν.