Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Νομαντῖνος, εἶτα Μάρκελλος τὸ Οὐιρτοῦτίς τε καὶ
Ὀνῶρις προσαγορευόμενον, καὶ τὸ τῆς Μέντις καλουμένης Γνώμης ἂν νομίζοιτο Σκαῦρος
Αἰμίλιος, περὶ τὰ Κιμβρικὰ τοῖς χρόνοις γεγονώς: ἤδη τότε λόγων καὶ σοφισμάτων καὶ στωμυλίας
παρεισρυείσης εἰς τὴν πόλιν ἤρχοντο σεμνύνειν τὰ
[p. 336] τοιαῦτα. σοφίας δὲ μέχρι καὶ νῦν ἱερὸν οὐκ ἔστιν οὐδὲ Σωφροσύνης ἢ μεγαλοψυχίας ἢ καρτερίας ἢ
ἐγκρατείας: ἀλλὰ τά γε τῆς Τύχης ἱερὰ λαμπρὰ καὶ
παλαιά, καὶ ὁμοῦ τι τοῖς πρώτοις καταμεμειγμένα
τῆς πόλεως θεμελίοις γέγονε. πρῶτος μὲν γὰρ
ἱδρύσατο Τύχης ἱερὸν Μάρκιος Ἄγκος, ὁ Νομᾶ