Click on a word to bring up parses, dictionary entries, and frequency statistics
καὶ συνήθειαν οἱ γόμφοι λάβωσιν: ἐὰν δὲ ὑγροῖς ἔτι καὶ περιολισθάνουσι τοῖς ἁρμοῖς κατασπασθῇ, πάντα χαλάσει διατιναχθέντα καὶ δέξεται
τὴν θάλατταν: οὕτω τὴν Ῥώμην ὁ μὲν πρῶτος ἄρχων καὶ δημιουργὸς ἐξ ἀγρίων καὶ βοτήρων ὥσπερ ἐκ δρυόχων κραταιῶν συνιστάμενος, οὐκ
ὀλίγους πόνους ἔσχεν οὐδὲ μικροῖς ἀντήρεισε πολέμοις καὶ κινδύνοις, ἐξ ἀνάγκης ἀμυνόμενος τοὺς ἀνθισταμένους πρὸς τὴν γένεσιν καὶ ἵδρυσιν αὐτῆς.
ὁ δὲ δεύτερος παραλαβὼν χρόνον ἔσχε πῆξαι
καὶ βεβαιῶσαι τὴν αὔξησιν τῇ εὐτυχίᾳ,
ἐπιλαβόμενος πολλῆς μὲν εἰρήνης πολλῆς δ᾽ ἡσυχίας.