Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἔτη, οὐκ αὐτὸς ἐκπέμπων τὸν θυγατριδοῦν ἐπὶ στρατείαν εὔξατο τοῖς θεοῖς ἀνδρείαν μὲν αὐτῷ δοῦναι τὴν Σκιπίωνος, εὔνοιαν δὲ τὴν Πομπηίου, Τύχην
δὲ τὴν αὑτοῦ; καθάπερ ἔργῳ μεγάλῳ
δημιουργὸν ἐπιγράψας ἑαυτῷ τὴν Τύχην, ἥτις αὐτὸν
ἐπιθεῖσα Κικέρωνι καὶ Λεπίδῳ καὶ Πάνσᾳ καὶ Ἱρτίῳ
καὶ Μάρκῳ Ἀντωνίῳ, ταῖς ἐκείνων ἀριστείαις καὶ χερσὶ καὶ νίκαις καὶ στόλοις καὶ πολέμοις καὶ
στρατοπέδοις γενόμενον πρῶτον εἰς ὕψος ἄρασα
καὶ καταβαλοῦσα τούτους, δι᾽ ὧν ἀνέβη, μόνον
[p. 342] κατέλιπεν. ἐκείνῳ γὰρ ἐπολιτεύετο Κικέρων καὶ
Λέπιδος ἐστρατήγει καὶ Πάνσας ἐνίκα καὶ Ἵρτιος