Click on a word to bring up parses, dictionary entries, and frequency statistics
καὶ κλύδωνα τοσοῦτον οὐδ᾽ εἰς εὐανδρίαν καὶ
πλῆθος ἐπέδωκαν: νῦν δ᾽ ἔοικε τῆς πρὸς τοὺς
[p. 354]
ὕστερον πολέμους παρασκευῆς ἐφόδιον Ῥωμαίοις
ἡ τότ᾽ εἰρήνη γενέσθαι, καὶ καθάπερ ἀθλητὴς ὁ δῆμος ἐκ τῶν κατὰ Ῥωμύλον ἀγώνων ἐν ἡσυχίᾳ χρόνον ἐτῶν τριῶν καὶ τετταράκοντα σωμασκήσας τὴν δύναμιν ἀξιόμαχον καταστῆσαι τοῖς ὕστερον ἀντιταττομένοις. οὐδὲ γὰρ λιμὸν οὐδὲ λοιμὸν οὐδ᾽ ἀφορίαν γῆς οὐδ᾽ ἀωρίαν τινὸς θέρους ἢ χειμῶνος
ἐν τῷ τότε χρόνῳ παραλυπῆσαι τὴν Ῥώμην λέγουσιν, ὡς οὐκ ἀνθρωπίνης εὐβουλίας ἀλλὰ θείας Τύχης ἐπιτροπευούσης τῶν καιρῶν ἐκείνων. ἐκλείσθη δ᾽ οὖν τότε καὶ τὸ τοῦ Ἰανοῦ δίπυλον, ὃ