Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[11]
Εἰ δ̓ ἐπ̓ ἀσπίδα ποιοίμεθα τὴν ἐπιστροφήν,
τόπον ἐφέξει τὸ σύνταγμα καὶ οὕτω τὸν ἔμπροσθεν,
ἐπιφάνειαν δὲ ἐναντίαν τὴν κατ̓ ἀριστεράν:
μεταταχθὲν γὰρ τὸ αβγδ περὶ μένοντα τὸν α
λοχαγὸν θέσιν ἕξει τὴν αοπρ κατὰ πρώτην ἐπιστροφήν,
κατὰ δὲ περισπασμὸν τὴν αστυ, ἐκπερισπασθεῖσα
[p. 300]
δὲ τὴν αφχψ καὶ ἐπικατασταθεῖσα
τὴν αβγδ. ἡ δὲ τῶν ἀποκαταστάσεων διαφορὰ
ὁμοία ταῖς ἐπὶ δόρυ σοι νοείσθω.
Ταῦτα δὲ γίνεται ὁπότ̓ ἂν οἱ πολέμιοι παραφαίνωνται
κατὰ πλευρὰν τῆς φάλαγγος.