This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[8]
Ἐὰν δὲ κατὰ κέρας τὴν φάλαγγα πυκνῶσαι δέῃ,
παραγγελοῦμεν ἐπὶ τοῦ δεξιοῦ τὸν δεξιὸν λόχον
ἠρεμεῖν, τοὺς δὲ λοιποὺς ἐπὶ δόρυ κλίναντας
προσάγειν ἐπὶ τὸ δεξιόν, ἔπειτα εἰς ὀρθὸν ἀποδιδόναι,
καὶ προσάγειν τὰ ὀπίσω ζυγά. ἀποκαταστῆσαι
δὲ προαιρούμενοι παραγγελοῦμεν τὸ
μὲν λοχαγοῦν ζυγὸν ἠρεμεῖν, τὰ δ̓ ὀπίσω ζυγὰ
μεταβαλλόμενα ἀνιέναι, εἶτα πάλιν μεταβάλλεσθαι,
ἔπειτα τοῦ δεξιοῦ λόχου ἠρεμοῦντος οἱ λοιποὶ ἐπ̓
ἀσπίδα κλίναντες προαγέτωσαν, ἕως ἂν τὰ ἐξ ἀρχῆς
διαστήματα συντηρήσαντες εἰς ὀρθὸν ἀποδῶσιν.