This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[2]
καὶ Μακεδόνες μὲν οὕτω τῷ στοίχῳ,
φασί, τῶν δοράτων οὐ μόνον τῇ ὄψει τοὺς πολεμίους
ἐκπλήττουσιν, ἀλλὰ καὶ τῶν λοχαγῶν ἕκαστον
[p. 272]
παραθαρσύνουσι πέντε δυνάμεσι πεφρουρημένον:
οἱ δὲ μετὰ τὸ πέμπτον ζυγόν, εἰ καὶ μὴ τὰς
σαρίσσας προάγουσι τοῦ μετώπου, ἀλλὰ τοῖς
γε σώμασιν ἐπιβρίθοντες ἀνελπιστίαν τοῖς πρωτοστάταις
φυγῆς παρέχονται. ἔνιοι δὲ τὰς τοῦ
μετώπου προπιπτούσας ἀκμὰς ἐξισοῦσθαι βουλόμενοι
τὰ δόρατα τῶν ὀπίσω ζυγῶν αὔξουσιν.