This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[3]
Τοῦ δ̓ ὀρθίου κατὰ σύζευξιν εἴδη τέσσαρα: ἢ
γὰρ δεξιά ἐστιν ἄμφω τὰ στόματα ἢ λαιὰ καὶ
καλεῖται ἡ φάλαγξ ὁμοιόστομος, ἡ μὲν δεξιά, ἡ
δὲ λαιά, ἢ ἐναντίως ἔχει τὰ στόματα, καὶ εἰ μὲν
κατὰ ταῦτα συνάπτοιεν ἀλλήλοις, ἀντίστομος
ἐπονομάζεται, εἰ δὲ κατὰ τοὺς οὐραγούς, ἀμφίστομος.