This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[6]
Δεῖ δὲ καὶ τὸ δεύτερον ζυγὸν μὴ πάνυ χεῖρον
εἶναι, ἵνα πεσόντος τοῦ λοχαγοῦ ὁ παρεδρεύων
προελθὼν εἰς τὸ πρόσω συνέχῃ τὴν φάλαγγα. οἱ
δὲ οὐραγοὶ οἵ τ̓ ἐν τοῖς λόχοις καὶ οἱ ἔκτακτοι
συνέσει τῶν ἄλλων διαφερέτωσαν, οἱ μέν, ἵνα τοὺς
ἰδίους κατευθύνωσι λόχους, οἱ δ̓ ὅπως στοιχῶσί
τε τὰ συντάγματα καὶ ζυγῶσιν ἀλλήλοις τούς τε
λειποτακτοῦντας διὰ δειλίαν εἰς τάξιν ἐπανάγοιεν
καὶ ἐν τοῖς συνασπισμοῖς συνεδρεύειν ἀναγκάζοιεν.