Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[21]
Γίνεται δὲ ἐκ τῶν τοιούτων σχηματισμῶν
φάλαγξ τοτὲ μὲν τετράγωνος, τοτὲ δὲ παραμήκης
καὶ ἤτοι πλαγία, ὅτ̓ ἂν τὸ μῆκος τοῦ βάθους
πολλαπλάσιον ᾖ, ἢ ὀρθία ὅτ̓ ἂν ἀνάπαλιν τὸ
βάθος τοῦ μήκους: τούτων δ̓ ἀνὰ μέσον ἡ λοξή,
ἡ θἄτερον κέρας πλησίον ἔχουσα τῶν πολεμίων
καὶ ἐν αὐτῷ τὸν ἀγῶνα ποιουμένη, θἄτερον δ̓ ἐν
[p. 312]
ἀποστάσει δἰ ὑποστολῆς ἔχουσα, δεξιὰ μὲν ἡ
τὸ δεξιὸν προβεβλημένη, λαιὰ δὲ ἡ τὸ λαιόν.