Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[4]
Ἐπιστροφὴ δέ ἐστιν, ὅτ̓ ἂν πυκνώσαντες ὅλον
τὸ σύνταγμα κατὰ λόχον τε καὶ ζυγὸν ὡς ἑνὸς
ἀνδρὸς σῶμα κλίνωμεν, ὡς ἂν περὶ κέντρον περὶ
τὸν πρῶτον λοχαγόν, εἰ μὲν ἐπὶ δόρυ, τὸν δεξιόν,
εἰ δὲ ἐπ̓ ἀσπίδα, τὸν ἀριστερὸν ὅλου τοῦ συντάγματος
περιενεχθέντος καὶ μεταλαβόντος τὸν
ἔμπροσθεν τόπον καὶ ἐπιφάνειαν, ἐπὶ δόρυ μὲν
τὴν ἐκ δεξιῶν, ἐπ̓ ἀσπίδα δὲ τὴν ἐπὶ λαιάν.