This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[5]
Τὸν μέντοι γε λόχον οὐ κατὰ ταὐτὰ διατάξομεν,
ἀλλὰ τοὺς μὲν πρόσω τῶν ἀνδρῶν κατὰ τὴν ῥώμην,
τοὺς δ̓ ὀπίσω κατὰ τὴν φρόνησιν διαφέροντας,
αὐτῶν δὲ τῶν πρόσω τοὺς λοχαγοὺς μεγέθει τε
καὶ ῥώμῃ καὶ ἐμπειρίᾳ προὔχοντας τῶν ἄλλων:
τοῦτο γὰρ τὸ ζυγὸν συνέχει τὴν φάλαγγα καὶ
[p. 266]
οἷον τῆς μαχαίρας ἐστὶ τὸ στόμα, ὅθεν καὶ ἀμφιστόμους
καλοῦσι τὰς ἀμφοτέρωθεν λοχαγοῖς συνεχομένας τάξεις.