This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[9]
Εἰ δὲ τὸ λαιὸν κέρας πυκνῶσαι δέῃ, τἀναντία
παραγγελοῦμεν, εἰ δὲ τὸ μέσον τῆς φάλαγγος,
τὴν δεξιὰν ἀποτομὴν ἐπ̓ ἀσπίδα κλίναντες, τὴν
δὲ λαιὰν ἐπὶ δόρυ, εἶτα προσάγειν κελεύοντες
ἐπὶ τὸν ὀμφαλὸν τῆς φάλαγγος, ἔπειτα εἰς ὀρθὸν
ἀποδοῦναι καὶ προσάγειν τὰ ὀπίσω ζυγά, ἕξομεν
ὃ προαιρούμεθα. ἀποκαταστῆσαι δὲ βουλόμενοι
μεταβάλλεσθαι παραγγελοῦμεν καὶ προάγειν κατὰ
ζυγὰ χωρὶς τοῦ πρώτου, ἔπειτα πάλιν μεταβάλλεσθαι,
καὶ τὴν μὲν δεξιὰν διφαλαγγίαν ἐπὶ δόρυ,
[p. 330]
τὴν δὲ λαιὰν ἐπ̓ ἀσπίδα κλῖναι, εἶτα κατὰ λόχους
ἀκολουθεῖν τοῖς ἡγουμένοις, ἄχρις ἂν τὰ ἐξ ἀρχῆς
λάβωσι διαστήματα, εἶτα εἰς ὀρθὸν ἀποδοῦναι.
Δεῖ δὲ ἄνω τὰ δόρατα εἶναι ἐν ταῖς πυκνώσεσι
πρὸς τὸ μὴ ἐμποδὼν ταῖς κλίσεσι γίνεσθαι.