Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[2]
Κλίσις μὲν οὖν ἐστιν ἡ κατ̓ ἄνδρα κίνησις, ἐπὶ
δόρυ μὲν ἡ ἐπὶ δεξιά, ἐπ̓ ἀσπίδα δὲ ἡ ἐπ̓ ἀριστερά,
ἐπὶ δὲ τῶν ἱπποτῶν ἐφ̓ ἡνίαν: γίνεται δὲ
κατὰ τὰς ἐκ πλαγίων ἐφόδους τῶν πολεμίων
ἀντιπορίας χάριν ἢ ὑπερκεράσεως ὅπερ ἐστὶν
ὑπερβαλέσθαι τὸ κέρας τῶν πολεμίων.