This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[7]
Ὅτ̓ ἂν δὲ κατὰ πλείω μέρη πορεύωνται, ἢ
ἐσπαρμένα συντάγματα πορεύσεται ἢ πεπλεγμένα:
πεπλεγμένα δέ ἐστιν ὅτ̓ ἂν λοξὰ πορεύηται
ὐοειδῆ τὴν ὅλην ποιοῦντα φάλαγγα:
ἐσπαρμένα δὲ ὁπότ̓ ἂν κατὰ παραλληλόγραμμα
μόναις ταῖς γωνίαις συνάπτοντα ἀλλήλοις, ταῖς
δὲ πλευραῖς ἐπὶ τὸ πρόσω βλέποντα. καὶ ὁ
τούτων δὲ τύπος ἐκ τῆς ὑπογραφῆς ἔσται φανερός:
γένοιτο δ̓ ἂν κατὰ τὸ εἰκὸς καὶ ἕτερα σχήματα
πρὸς τὰς ἀνακυπτούσας ἁρμόζοντα χρείας.