Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[18]
Τόπου δὲ γίνεται διπλασιασμὸς κατὰ μῆκος μέν,
ὅτ̓ ἂν τὴν προειρημένην κατὰ μῆκος πύκνωσιν
μανότητι μετατάττωμεν, ἢ οἱ παρεντεθέντες
ἐξελίξωσι κατὰ μῆκος πρὸς τὸ μὴ ὑπερκερασθῆναι
ὑπὸ τῶν πολεμίων ἢ ὅτ̓ ἂν ὑπερκεράσαι βουλώμεθα
τοὺς πολεμίους: τὸ δ̓ ὑπερκεράσαι ἐστὶν τὸ τῷ
[p. 310]
κέρατι τῷ ἑτέρῳ ὑπερβαλέσθαι τὸ ἐκείνων κέρας—
τοῦτο δὲ γίνεται ἐνίοτε καὶ τοῦ ἑτέρου ἐλλείποντος
δἰ ὀλιγότητα ἀνδρῶν, ὡς, ὅτ̓ ἄν γε καθ̓
ἑκάτερον κέρας ὑπερβάλλωσιν, ὑπερφαλαγγεῖν λέγεται.