This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[3]
Τὰς δ̓ ἐμβολοειδεῖς Σκύθας ἐξευρεῖν καὶ Θρᾷκας
λέγεται, ὕστερον δὲ χρήσασθαι καὶ Μακεδόνας
ταύταις, ὡς εὐχρηστοτέραις τῶν τετραγώνων:
τὸ γὰρ μέτωπον τῶν ἐμβόλων βραχὺ γινόμενον
ὥσπερ κἀπὶ τῶν ῥομβοειδῶν, ὧνπερ ἥμισύ ἐστι
τὸ ἐμβολοειδές, ῥᾴστην ἐποίει τὴν διίππευσιν,
μετὰ τοῦ καὶ τοὺς ἡγεμόνας προβεβλῆσθαι τῶν
ἄλλων: καὶ τὰς ἀναστροφὰς εὐμαρεστέρας τῶν
τετραγώνων ἐπὶ τούτων γίνεσθαι, πρὸς ἕνα τὸν
ἰλάρχην ἀποβλεπόντων ἁπάντων, ὡς καὶ ἐπὶ τῆς
τῶν γεράνων πτήσεως γίνεται.