This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[8]
Ἔσονται δὴ οἱ μὲν δύο λόχοι διλοχία καὶ ὁ ἐπ̓
αὐτοῖς ἄρχων διλοχίτης, οἱ δὲ τούτων διπλάσιοι
τετραρχία καὶ ὁ ἐπ̓ αὐτοῖς τετράρχης, οἱ δὲ ἔτι
τούτων διπλάσιοι τάξις καὶ ὁ ἡγεμὼν ταξίαρχος
μὲν πάλαι, νῦν δὲ καὶ ἑκατοντάρχης, οἱ δὲ τῆς
τάξεως διπλάσιοι σύνταγμα καὶ ὁ ἐπὶ τούτοις συνταγματάρχης.