Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[20]
λέξω δ᾽ οὔτε καινὸν οὔτε περιττὸν οὐδὲν οὔτ᾽ ἴδιον, ἀλλ᾽ ὃ πάντες ὑμεῖς ἴσθ᾽ ὁμοίως ἐμοί. εἰ γάρ τις ὑμῶν ἐξετάσαι βούλεται τί ποτ᾽ ἐστὶ τὸ αἴτιον καὶ τὸ ποιοῦν τὴν βουλὴν συλλέγεσθαι, τὸν δῆμον εἰς τὴν ἐκκλησίαν ἀναβαίνειν, τὰ δικαστήρια πληροῦσθαι, τὰς ἕνας ἀρχὰς ταῖς νέαις ἑκούσας ὑπεξιέναι, καὶ πάντα δι᾽ ὧν ἡ πόλις οἰκεῖται καὶ σῴζεται γίγνεσθαι, τοὺς νόμους εὑρήσει τούτων αἰτίους καὶ τὸ τούτοις ἅπαντας πείθεσθαι, ἐπεὶ λυθέντων γε τούτων, καὶ ἑκάστῳ δοθείσης ἐξουσίας ὅ τι βούλεται ποιεῖν, οὐ μόνον ἡ πολιτεία οἴχεται, ἀλλ᾽ οὐδ᾽ ὁ βίος ἡμῶν τοῦ τῶν θηρίων οὐδὲν ἂν διενέγκαι.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.